Encontrados 2876 resultados para: ιστορία του λαού του Ισραήλ
καὶ εἶπεν Ιωσαφατ ἔστιν αὐτῷ ῥῆμα κυρίου καὶ κατέβη πρὸς αὐτὸν βασιλεὺς Ισραηλ καὶ Ιωσαφατ βασιλεὺς Ιουδα καὶ βασιλεὺς Εδωμ (II Reis 3, 12)
καὶ εἶπεν Ελισαιε πρὸς βασιλέα Ισραηλ τί ἐμοὶ καὶ σοί δεῦρο πρὸς τοὺς προφήτας τοῦ πατρός σου καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς Ισραηλ μή ὅτι κέκληκεν κύριος τοὺς τρεῖς βασιλεῖς τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖρας Μωαβ (II Reis 3, 13)
καὶ εἰσῆλθον εἰς τὴν παρεμβολὴν Ισραηλ καὶ Ισραηλ ἀνέστησαν καὶ ἐπάταξαν τὴν Μωαβ καὶ ἔφυγον ἀπὸ προσώπου αὐτῶν καὶ εἰσῆλθον εἰσπορευόμενοι καὶ τύπτοντες τὴν Μωαβ (II Reis 3, 24)
καὶ ἔλαβεν τὸν υἱὸν αὐτοῦ τὸν πρωτότοκον ὃς ἐβασίλευσεν ἀντ’ αὐτοῦ καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωμα ἐπὶ τοῦ τείχους καὶ ἐγένετο μετάμελος μέγας ἐπὶ Ισραηλ καὶ ἀπῆραν ἀπ’ αὐτοῦ καὶ ἐπέστρεψαν εἰς τὴν γῆν (II Reis 3, 27)
καὶ εἶπεν αὐτῷ εἰπὸν δὴ πρὸς αὐτήν ἰδοὺ ἐξέστησας ἡμῖν πᾶσαν τὴν ἔκστασιν ταύτην τί δεῖ ποιῆσαί σοι εἰ ἔστιν λόγος σοι πρὸς τὸν βασιλέα ἢ πρὸς τὸν ἄρχοντα τῆς δυνάμεως ἡ δὲ εἶπεν ἐν μέσῳ τοῦ λαοῦ μου ἐγώ εἰμι οἰκῶ (II Reis 4, 13)
καὶ Συρία ἐξῆλθον μονόζωνοι καὶ ᾐχμαλώτευσαν ἐκ γῆς Ισραηλ νεάνιδα μικράν καὶ ἦν ἐνώπιον τῆς γυναικὸς Ναιμαν (II Reis 5, 2)
καὶ εἰσῆλθεν καὶ ἀπήγγειλεν τῷ κυρίῳ ἑαυτῆς καὶ εἶπεν οὕτως καὶ οὕτως ἐλάλησεν ἡ νεᾶνις ἡ ἐκ γῆς Ισραηλ (II Reis 5, 4)
καὶ εἶπεν βασιλεὺς Συρίας πρὸς Ναιμαν δεῦρο εἴσελθε καὶ ἐξαποστελῶ βιβλίον πρὸς βασιλέα Ισραηλ καὶ ἐπορεύθη καὶ ἔλαβεν ἐν τῇ χειρὶ αὐτοῦ δέκα τάλαντα ἀργυρίου καὶ ἑξακισχιλίους χρυσοῦς καὶ δέκα ἀλλασσομένας στολάς (II Reis 5, 5)
καὶ ἤνεγκεν τὸ βιβλίον πρὸς τὸν βασιλέα Ισραηλ λέγων καὶ νῦν ὡς ἂν ἔλθῃ τὸ βιβλίον τοῦτο πρὸς σέ ἰδοὺ ἀπέστειλα πρὸς σὲ Ναιμαν τὸν δοῦλόν μου καὶ ἀποσυνάξεις αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ (II Reis 5, 6)
καὶ ἐγένετο ὡς ἀνέγνω βασιλεὺς Ισραηλ τὸ βιβλίον διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν μὴ θεὸς ἐγὼ τοῦ θανατῶσαι καὶ ζωοποιῆσαι ὅτι οὗτος ἀποστέλλει πρός με ἀποσυνάξαι ἄνδρα ἀπὸ τῆς λέπρας αὐτοῦ ὅτι πλὴν γνῶτε δὴ καὶ ἴδετε ὅτι προφασίζεται οὗτός με (II Reis 5, 7)
καὶ ἐγένετο ὡς ἤκουσεν Ελισαιε ὅτι διέρρηξεν ὁ βασιλεὺς Ισραηλ τὰ ἱμάτια ἑαυτοῦ καὶ ἀπέστειλεν πρὸς τὸν βασιλέα Ισραηλ λέγων ἵνα τί διέρρηξας τὰ ἱμάτιά σου ἐλθέτω δὴ πρός με Ναιμαν καὶ γνώτω ὅτι ἔστιν προφήτης ἐν Ισραηλ (II Reis 5, 8)
οὐχὶ ἀγαθὸς Αβανα καὶ Φαρφαρ ποταμοὶ Δαμασκοῦ ὑπὲρ Ιορδάνην καὶ πάντα τὰ ὕδατα Ισραηλ οὐχὶ πορευθεὶς λούσομαι ἐν αὐτοῖς καὶ καθαρισθήσομαι καὶ ἐξέκλινεν καὶ ἀπῆλθεν ἐν θυμῷ (II Reis 5, 12)