Encontrados 34 resultados para: θυμίαμα

  • εἶπεν δὲ αὐτοῖς Ισραηλ ὁ πατὴρ αὐτῶν εἰ οὕτως ἐστίν τοῦτο ποιήσατε λάβετε ἀπὸ τῶν καρπῶν τῆς γῆς ἐν τοῖς ἀγγείοις ὑμῶν καὶ καταγάγετε τῷ ἀνθρώπῳ δῶρα τῆς ῥητίνης καὶ τοῦ μέλιτος θυμίαμα καὶ στακτὴν καὶ τερέμινθον καὶ κάρυα (Gênesis 43, 11)

  • καὶ θυμιάσει ἐπ’ αὐτοῦ Ααρων θυμίαμα σύνθετον λεπτόν τὸ πρωὶ πρωί ὅταν ἐπισκευάζῃ τοὺς λύχνους θυμιάσει ἐπ’ αὐτοῦ (Êxodo 30, 7)

  • καὶ ὅταν ἐξάπτῃ Ααρων τοὺς λύχνους ὀψέ θυμιάσει ἐπ’ αὐτοῦ θυμίαμα ἐνδελεχισμοῦ διὰ παντὸς ἔναντι κυρίου εἰς γενεὰς αὐτῶν (Êxodo 30, 8)

  • καὶ οὐκ ἀνοίσεις ἐπ’ αὐτοῦ θυμίαμα ἕτερον κάρπωμα θυσίαν καὶ σπονδὴν οὐ σπείσεις ἐπ’ αὐτοῦ (Êxodo 30, 9)

  • καὶ ποιήσουσιν ἐν αὐτῷ θυμίαμα μυρεψικὸν ἔργον μυρεψοῦ μεμιγμένον καθαρόν ἔργον ἅγιον (Êxodo 30, 35)

  • θυμίαμα κατὰ τὴν σύνθεσιν ταύτην οὐ ποιήσετε ὑμῖν αὐτοῖς ἁγίασμα ἔσται ὑμῖν κυρίῳ (Êxodo 30, 37)

  • καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὸ θυμίαμα τῆς συνθέσεως τοῦ ἁγίου κατὰ πάντα ὅσα ἐγὼ ἐνετειλάμην σοι ποιήσουσιν (Êxodo 31, 11)

  • καὶ τὴν κιβωτὸν τοῦ μαρτυρίου καὶ τοὺς ἀναφορεῖς αὐτῆς καὶ τὸ ἱλαστήριον αὐτῆς καὶ τὸ καταπέτασμα (12a) καὶ τὰ ἱστία τῆς αὐλῆς καὶ τοὺς στύλους αὐτῆς καὶ τοὺς λίθους τῆς σμαράγδου καὶ τὸ θυμίαμα καὶ τὸ ἔλαιον τοῦ χρίσματος (Êxodo 35, 12)

  • καὶ τὰς στολὰς τὰς ἁγίας Ααρων τοῦ ἱερέως καὶ τὰς στολάς ἐν αἷς λειτουργήσουσιν ἐν αὐταῖς καὶ τοὺς χιτῶνας τοῖς υἱοῖς Ααρων τῆς ἱερατείας καὶ τὸ ἔλαιον τοῦ χρίσματος καὶ τὸ θυμίαμα τῆς συνθέσεως (Êxodo 35, 19)

  • καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὸ θυμίαμα τῆς συνθέσεως (Êxodo 39, 15)

  • καὶ ἐθυμίασεν ἐπ’ αὐτοῦ τὸ θυμίαμα τῆς συνθέσεως καθάπερ συνέταξεν κύριος τῷ Μωυσῇ (Êxodo 40, 27)

  • καὶ λαβόντες οἱ δύο υἱοὶ Ααρων Ναδαβ καὶ Αβιουδ ἕκαστος τὸ πυρεῖον αὐτοῦ ἐπέθηκαν ἐπ’ αὐτὸ πῦρ καὶ ἐπέβαλον ἐπ’ αὐτὸ θυμίαμα καὶ προσήνεγκαν ἔναντι κυρίου πῦρ ἀλλότριον ὃ οὐ προσέταξεν κύριος αὐτοῖς (Levítico 10, 1)


“Deus é servido apenas quando é servido de acordo com a Sua vontade.” São Padre Pio de Pietrelcina