Encontrados 13 resultados para: ζῶσιν

  • ἐπορεύθη δὲ Μωυσῆς καὶ ἀπέστρεψεν πρὸς Ιοθορ τὸν γαμβρὸν αὐτοῦ καὶ λέγει πορεύσομαι καὶ ἀποστρέψω πρὸς τοὺς ἀδελφούς μου τοὺς ἐν Αἰγύπτῳ καὶ ὄψομαι εἰ ἔτι ζῶσιν καὶ εἶπεν Ιοθορ Μωυσῇ βάδιζε ὑγιαίνων (Êxodo 4, 18)

  • ἡμέραν ἣν ἔστητε ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν ἐν Χωρηβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας ὅτε εἶπεν κύριος πρός με ἐκκλησίασον πρός με τὸν λαόν καὶ ἀκουσάτωσαν τὰ ῥήματά μου ὅπως μάθωσιν φοβεῖσθαί με πάσας τὰς ἡμέρας ἃς αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς καὶ τοὺς υἱοὺς αὐτῶν διδάξωσιν (Deuteronômio 4, 10)

  • καὶ οἱ υἱοὶ αὐτῶν οἳ οὐκ οἴδασιν ἀκούσονται καὶ μαθήσονται φοβεῖσθαι κύριον τὸν θεὸν ὑμῶν πάσας τὰς ἡμέρας ὅσας αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ιορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν (Deuteronômio 31, 13)

  • ὅπως φοβῶνταί σε πάσας τὰς ἡμέρας ἃς αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς ἧς ἔδωκας τοῖς πατράσιν ἡμῶν (I Reis 8, 40)

  • ὅπως φοβῶνται τὰς ὁδούς σου πάσας τὰς ἡμέρας ἃς αὐτοὶ ζῶσιν ἐπὶ προσώπου τῆς γῆς ἧς ἔδωκας τοῖς πατράσιν ἡμῶν (II Crônicas 6, 31)

  • διὰ τί ἀσεβεῖς ζῶσιν πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ (Jó 21, 7)

  • οἱ δὲ ἐχθροί μου ζῶσιν καὶ κεκραταίωνται ὑπὲρ ἐμέ καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως (Salmos 37, 20)

  • καὶ ἐπῄνεσα ἐγὼ σὺν τοὺς τεθνηκότας τοὺς ἤδη ἀποθανόντας ὑπὲρ τοὺς ζῶντας ὅσοι αὐτοὶ ζῶσιν ἕως τοῦ νῦν (Eclesiastes 4, 2)

  • δίκαιοι δὲ εἰς τὸν αἰῶνα ζῶσιν καὶ ἐν κυρίῳ ὁ μισθὸς αὐτῶν καὶ ἡ φροντὶς αὐτῶν παρὰ ὑψίστῳ (Sabedoria 5, 15)

  • ἢ γὰρ εὐφραινόμενοι μεμήνασιν ἢ προφητεύουσιν ψευδῆ ἢ ζῶσιν ἀδίκως ἢ ἐπιορκοῦσιν ταχέως (Sabedoria 14, 28)

  • καὶ ἐκάλεσεν κύριος σαβαωθ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν καὶ κοπετὸν καὶ ξύρησιν καὶ ζῶσιν σάκκων (Isaías 22, 12)

  • θεὸς δὲ οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων, πάντες γὰρ αὐτῶ ζῶσιν. (São Lucas 20, 38)


“Todas as graças que pedimos no nome de Jesus são concedidas pelo Pai eterno.” São Padre Pio de Pietrelcina