Encontrados 3705 resultados para: αντιπολίτευση προς τον Νεεμίας
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ἤδη ὄψει ἃ ποιήσω τῷ Φαραω ἐν γὰρ χειρὶ κραταιᾷ ἐξαποστελεῖ αὐτοὺς καὶ ἐν βραχίονι ὑψηλῷ ἐκβαλεῖ αὐτοὺς ἐκ τῆς γῆς αὐτοῦ (Êxodo 6, 1)
ἐλάλησεν δὲ ὁ θεὸς πρὸς Μωυσῆν καὶ εἶπεν πρὸς αὐτόν ἐγὼ κύριος (Êxodo 6, 2)
καὶ ὤφθην πρὸς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ θεὸς ὢν αὐτῶν καὶ τὸ ὄνομά μου κύριος οὐκ ἐδήλωσα αὐτοῖς (Êxodo 6, 3)
καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτοὺς ὥστε δοῦναι αὐτοῖς τὴν γῆν τῶν Χαναναίων τὴν γῆν ἣν παρῳκήκασιν ἐν ᾗ καὶ παρῴκησαν ἐπ’ αὐτῆς (Êxodo 6, 4)
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν λέγων (Êxodo 6, 10)
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν καὶ Ααρων καὶ συνέταξεν αὐτοῖς πρὸς Φαραω βασιλέα Αἰγύπτου ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου (Êxodo 6, 13)
οὗτοί εἰσιν οἱ διαλεγόμενοι πρὸς Φαραω βασιλέα Αἰγύπτου καὶ ἐξήγαγον τοὺς υἱοὺς Ισραηλ ἐξ Αἰγύπτου αὐτὸς Ααρων καὶ Μωυσῆς (Êxodo 6, 27)
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων ἐγὼ κύριος λάλησον πρὸς Φαραω βασιλέα Αἰγύπτου ὅσα ἐγὼ λέγω πρὸς σέ (Êxodo 6, 29)
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων ἰδοὺ δέδωκά σε θεὸν Φαραω καὶ Ααρων ὁ ἀδελφός σου ἔσται σου προφήτης (Êxodo 7, 1)
σὺ δὲ λαλήσεις αὐτῷ πάντα ὅσα σοι ἐντέλλομαι ὁ δὲ Ααρων ὁ ἀδελφός σου λαλήσει πρὸς Φαραω ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ ἐκ τῆς γῆς αὐτοῦ (Êxodo 7, 2)
Μωυσῆς δὲ ἦν ἐτῶν ὀγδοήκοντα Ααρων δὲ ὁ ἀδελφὸς αὐτοῦ ἐτῶν ὀγδοήκοντα τριῶν ἡνίκα ἐλάλησεν πρὸς Φαραω (Êxodo 7, 7)
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων (Êxodo 7, 8)