Mosaico decorativo

Encontrados 17461 resultados para: Τῷ

  • ὁ μὲν οὖν ἀνδροφόνος καὶ βλάσφημος τὰ χείριστα παθών ὡς ἑτέρους διέθηκεν ἐπὶ ξένης ἐν τοῖς ὄρεσιν οἰκτίστῳ μόρῳ κατέστρεψεν τὸν βίον (II Macabeus 9, 28)

  • Μακκαβαῖος δὲ καὶ οἱ σὺν αὐτῷ τοῦ κυρίου προάγοντος αὐτοὺς τὸ μὲν ἱερὸν ἐκομίσαντο καὶ τὴν πόλιν (II Macabeus 10, 1)

  • τοὺς δὲ κατὰ τὴν ἀγορὰν βωμοὺς ὑπὸ τῶν ἀλλοφύλων δεδημιουργημένους ἔτι δὲ τεμένη καθεῖλαν (II Macabeus 10, 2)

  • καὶ τὸν νεὼ καθαρίσαντες ἕτερον θυσιαστήριον ἐποίησαν καὶ πυρώσαντες λίθους καὶ πῦρ ἐκ τούτων λαβόντες ἀνήνεγκαν θυσίας μετὰ διετῆ χρόνον καὶ θυμίαμα καὶ λύχνους καὶ τῶν ἄρτων τὴν πρόθεσιν ἐποιήσαντο (II Macabeus 10, 3)

  • ταῦτα δὲ ποιήσαντες ἠξίωσαν τὸν κύριον πεσόντες ἐπὶ κοιλίαν μηκέτι περιπεσεῖν τοιούτοις κακοῖς ἀλλ’ ἐάν ποτε καὶ ἁμάρτωσιν ὑπ’ αὐτοῦ μετὰ ἐπιεικείας παιδεύεσθαι καὶ μὴ βλασφήμοις καὶ βαρβάροις ἔθνεσιν παραδίδοσθαι (II Macabeus 10, 4)

  • καὶ μετ’ εὐφροσύνης ἦγον ἡμέρας ὀκτὼ σκηνωμάτων τρόπον μνημονεύοντες ὡς πρὸ μικροῦ χρόνου τὴν τῶν σκηνῶν ἑορτὴν ἐν τοῖς ὄρεσιν καὶ ἐν τοῖς σπηλαίοις θηρίων τρόπον ἦσαν νεμόμενοι (II Macabeus 10, 6)

  • διὸ θύρσους καὶ κλάδους ὡραίους ἔτι δὲ καὶ φοίνικας ἔχοντες ὕμνους ἀνέφερον τῷ εὐοδώσαντι καθαρισθῆναι τὸν ἑαυτοῦ τόπον (II Macabeus 10, 7)

  • ἐδογμάτισαν δὲ μετὰ κοινοῦ προστάγματος καὶ ψηφίσματος παντὶ τῷ τῶν Ιουδαίων ἔθνει κατ’ ἐνιαυτὸν ἄγειν τάσδε τὰς ἡμέρας (II Macabeus 10, 8)

  • καὶ τὰ μὲν τῆς Ἀντιόχου τοῦ προσαγορευθέντος Ἐπιφανοῦς τελευτῆς οὕτως εἶχεν (II Macabeus 10, 9)

  • νυνὶ δὲ τὰ κατὰ τὸν Εὐπάτορα Ἀντίοχον υἱὸν δὲ τοῦ ἀσεβοῦς γενόμενον δηλώσομεν αὐτὰ συντέμνοντες τὰ συνέχοντα τῶν πολέμων κακά (II Macabeus 10, 10)

  • οὗτος γὰρ παραλαβὼν τὴν βασιλείαν ἀνέδειξεν ἐπὶ τῶν πραγμάτων Λυσίαν τινά Κοίλης δὲ Συρίας καὶ Φοινίκης στρατηγὸν πρώταρχον (II Macabeus 10, 11)

  • ὅθεν κατηγορούμενος ὑπὸ τῶν φίλων πρὸς τὸν Εὐπάτορα καὶ προδότης παρ’ ἕκαστα ἀκούων διὰ τὸ τὴν Κύπρον ἐμπιστευθέντα ὑπὸ τοῦ Φιλομήτορος ἐκλιπεῖν καὶ πρὸς Ἀντίοχον τὸν Ἐπιφανῆ ἀναχωρῆσαι μήτε εὐγενῆ τὴν ἐξουσίαν εὐγενίσας φαρμακεύσας ἑαυτὸν ἐξέλιπεν τὸν βίον (II Macabeus 10, 13)


"O bem dura eternamente." São Padre Pio de Pietrelcina