Encontrados 17461 resultados para: Τῷ
κάμηλοι αὐτῶν τετρακόσιοι τριάκοντα πέντε ὄνοι αὐτῶν ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι (Neemias 2, 67)
καὶ ἀπὸ ἀρχόντων πατριῶν ἐν τῷ ἐλθεῖν αὐτοὺς εἰς οἶκον κυρίου τὸν ἐν Ιερουσαλημ ἡκουσιάσαντο εἰς οἶκον τοῦ θεοῦ τοῦ στῆσαι αὐτὸν ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ (Neemias 2, 68)
ὡς ἡ δύναμις αὐτῶν ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίον καθαρόν μναῖ ἓξ μυριάδες καὶ χίλιαι καὶ ἀργύριον μναῖ πεντακισχίλιαι καὶ κοθωνοι τῶν ἱερέων ἑκατόν (Neemias 2, 69)
καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ ᾄδοντες καὶ οἱ πυλωροὶ καὶ οἱ ναθινιμ ἐν πόλεσιν αὐτῶν καὶ πᾶς Ισραηλ ἐν πόλεσιν αὐτῶν (Neemias 2, 70)
καὶ ἔφθασεν ὁ μὴν ὁ ἕβδομος καὶ οἱ υἱοὶ Ισραηλ ἐν πόλεσιν αὐτῶν καὶ συνήχθη ὁ λαὸς ὡς ἀνὴρ εἷς εἰς Ιερουσαλημ (Neemias 3, 1)
καὶ ἡτοίμασαν τὸ θυσιαστήριον ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ ὅτι ἐν καταπλήξει ἐπ’ αὐτοὺς ἀπὸ τῶν λαῶν τῶν γαιῶν καὶ ἀνέβη ἐπ’ αὐτὸ ὁλοκαύτωσις τῷ κυρίῳ τὸ πρωὶ καὶ εἰς ἑσπέραν (Neemias 3, 3)
καὶ ἐποίησαν τὴν ἑορτὴν τῶν σκηνῶν κατὰ τὸ γεγραμμένον καὶ ὁλοκαυτώσεις ἡμέραν ἐν ἡμέρᾳ ἐν ἀριθμῷ ὡς ἡ κρίσις λόγον ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ (Neemias 3, 4)
καὶ μετὰ τοῦτο ὁλοκαυτώσεις ἐνδελεχισμοῦ καὶ εἰς τὰς νουμηνίας καὶ εἰς πάσας ἑορτὰς τὰς ἡγιασμένας καὶ παντὶ ἑκουσιαζομένῳ ἑκούσιον τῷ κυρίῳ (Neemias 3, 5)
ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ ἑβδόμου ἤρξαντο ἀναφέρειν ὁλοκαυτώσεις τῷ κυρίῳ καὶ ὁ οἶκος κυρίου οὐκ ἐθεμελιώθη (Neemias 3, 6)
καὶ ἐν τῷ ἔτει τῷ δευτέρῳ τοῦ ἐλθεῖν αὐτοὺς εἰς οἶκον τοῦ θεοῦ εἰς Ιερουσαλημ ἐν μηνὶ τῷ δευτέρῳ ἤρξατο Ζοροβαβελ ὁ τοῦ Σαλαθιηλ καὶ Ἰησοῦς ὁ τοῦ Ιωσεδεκ καὶ οἱ κατάλοιποι τῶν ἀδελφῶν αὐτῶν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πάντες οἱ ἐρχόμενοι ἀπὸ τῆς αἰχμαλωσίας εἰς Ιερουσαλημ καὶ ἔστησαν τοὺς Λευίτας ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω ἐπὶ τοὺς ποιοῦντας τὰ ἔργα ἐν οἴκῳ κυρίου (Neemias 3, 8)
καὶ ἔστη Ἰησοῦς καὶ οἱ υἱοὶ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ Καδμιηλ καὶ οἱ υἱοὶ αὐτοῦ υἱοὶ Ιουδα ἐπὶ τοὺς ποιοῦντας τὰ ἔργα ἐν οἴκῳ τοῦ θεοῦ υἱοὶ Ηναδαδ υἱοὶ αὐτῶν καὶ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται (Neemias 3, 9)
καὶ ἀπεκρίθησαν ἐν αἴνῳ καὶ ἀνθομολογήσει τῷ κυρίῳ ὅτι ἀγαθόν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ ἐπὶ Ισραηλ καὶ πᾶς ὁ λαὸς ἐσήμαινον φωνὴν μεγάλην αἰνεῖν τῷ κυρίῳ ἐπὶ θεμελιώσει οἴκου κυρίου (Neemias 3, 11)