Encontrados 17461 resultados para: Τῷ
καὶ οἱ κατάλοιποι λόγοι Σαλωμων οἱ πρῶτοι καὶ οἱ ἔσχατοι ἰδοὺ γεγραμμένοι ἐπὶ τῶν λόγων Ναθαν τοῦ προφήτου καὶ ἐπὶ τῶν λόγων Αχια τοῦ Σηλωνίτου καὶ ἐν ταῖς ὁράσεσιν Ιωηλ τοῦ ὁρῶντος περὶ Ιεροβοαμ υἱοῦ Ναβατ (II Crônicas 9, 29)
καὶ ἐγένετο ὡς ἤκουσεν Ιεροβοαμ υἱὸς Ναβατ καὶ αὐτὸς ἐν Αἰγύπτῳ ὡς ἔφυγεν ἀπὸ προσώπου Σαλωμων τοῦ βασιλέως καὶ κατῴκησεν Ιεροβοαμ ἐν Αἰγύπτῳ καὶ ἀπέστρεψεν Ιεροβοαμ ἐξ Αἰγύπτου (II Crônicas 10, 2)
καὶ συνήγαγεν ὁ βασιλεὺς Ροβοαμ τοὺς πρεσβυτέρους τοὺς ἑστηκότας ἐναντίον Σαλωμων τοῦ πατρὸς αὐτοῦ ἐν τῷ ζῆν αὐτὸν λέγων πῶς ὑμεῖς βουλεύεσθε τοῦ ἀποκριθῆναι τῷ λαῷ τούτῳ λόγον (II Crônicas 10, 6)
καὶ ἐλάλησαν αὐτῷ λέγοντες ἐὰν ἐν τῇ σήμερον γένῃ εἰς ἀγαθὸν τῷ λαῷ τούτῳ καὶ εὐδοκήσῃς καὶ λαλήσῃς αὐτοῖς λόγους ἀγαθούς καὶ ἔσονταί σοι παῖδες πάσας τὰς ἡμέρας (II Crônicas 10, 7)
καὶ κατέλιπεν τὴν βουλὴν τῶν πρεσβυτέρων οἳ συνεβουλεύσαντο αὐτῷ καὶ συνεβουλεύσατο μετὰ τῶν παιδαρίων τῶν συνεκτραφέντων μετ’ αὐτοῦ τῶν ἑστηκότων ἐναντίον αὐτοῦ (II Crônicas 10, 8)
καὶ εἶπεν αὐτοῖς τί ὑμεῖς βουλεύεσθε καὶ ἀποκριθήσομαι λόγον τῷ λαῷ τούτῳ οἳ ἐλάλησαν πρός με λέγοντες ἄνες ἀπὸ τοῦ ζυγοῦ οὗ ἔδωκεν ὁ πατήρ σου ἐφ’ ἡμᾶς (II Crônicas 10, 9)
καὶ ἐλάλησαν αὐτῷ τὰ παιδάρια τὰ ἐκτραφέντα μετ’ αὐτοῦ οὕτως λαλήσεις τῷ λαῷ τῷ λαλήσαντι πρὸς σὲ λέγων ὁ πατήρ σου ἐβάρυνεν τὸν ζυγὸν ἡμῶν καὶ σὺ ἄφες ἀφ’ ἡμῶν οὕτως ἐρεῖς ὁ μικρὸς δάκτυλός μου παχύτερος τῆς ὀσφύος τοῦ πατρός μου (II Crônicas 10, 10)
καὶ ἀπεκρίθη ὁ βασιλεὺς σκληρά καὶ ἐγκατέλιπεν ὁ βασιλεὺς Ροβοαμ τὴν βουλὴν τῶν πρεσβυτέρων (II Crônicas 10, 13)
καὶ ἐλάλησεν πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τῶν νεωτέρων λέγων ὁ πατήρ μου ἐβάρυνεν τὸν ζυγὸν ὑμῶν καὶ ἐγὼ προσθήσω ἐπ’ αὐτόν ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιγξιν καὶ ἐγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις (II Crônicas 10, 14)
καὶ παντὸς Ισραηλ ὅτι οὐκ ἤκουσεν ὁ βασιλεὺς αὐτῶν καὶ ἀπεκρίθη ὁ λαὸς πρὸς τὸν βασιλέα λέγων τίς ἡμῖν μερὶς ἐν Δαυιδ καὶ κληρονομία ἐν υἱῷ Ιεσσαι εἰς τὰ σκηνώματά σου Ισραηλ νῦν βλέπε τὸν οἶκόν σου Δαυιδ καὶ ἐπορεύθη πᾶς Ισραηλ εἰς τὰ σκηνώματα αὐτοῦ (II Crônicas 10, 16)
καὶ ἄνδρες Ισραηλ οἱ κατοικοῦντες ἐν πόλεσιν Ιουδα καὶ ἐβασίλευσεν ἐπ’ αὐτῶν Ροβοαμ (II Crônicas 10, 17)
καὶ ἠθέτησεν Ισραηλ ἐν τῷ οἴκῳ Δαυιδ ἕως τῆς ἡμέρας ταύτης (II Crônicas 10, 19)