Mosaico decorativo

Encontrados 17461 resultados para: Τῷ

  • καὶ κώδωνας χρυσοῦς τετρακοσίους εἰς τὰ δύο δίκτυα καὶ δύο γένη ῥοΐσκων ἐν τῷ δικτύῳ τῷ ἑνὶ τοῦ συγκαλύψαι τὰς δύο γωλαθ τῶν χωθαρεθ ἅ ἐστιν ἐπάνω τῶν στύλων (II Crônicas 4, 13)

  • καὶ τὰς μεχωνωθ ἐποίησεν δέκα καὶ τοὺς λουτῆρας ἐποίησεν ἐπὶ τῶν μεχωνωθ (II Crônicas 4, 14)

  • καὶ τὴν θάλασσαν μίαν καὶ τοὺς μόσχους τοὺς δώδεκα ὑποκάτω αὐτῆς (II Crônicas 4, 15)

  • καὶ τοὺς ποδιστῆρας καὶ τοὺς ἀναλημπτῆρας καὶ τοὺς λέβητας καὶ τὰς κρεάγρας καὶ πάντα τὰ σκεύη αὐτῶν ἃ ἐποίησεν Χιραμ καὶ ἀνήνεγκεν τῷ βασιλεῖ Σαλωμων ἐν οἴκῳ κυρίου χαλκοῦ καθαροῦ (II Crônicas 4, 16)

  • ἐν τῷ περιχώρῳ τοῦ Ιορδάνου ἐχώνευσεν αὐτὰ ὁ βασιλεὺς ἐν τῷ πάχει τῆς γῆς ἐν οἴκῳ Σοκχωθ καὶ ἀνὰ μέσον Σιρδαθα (II Crônicas 4, 17)

  • καὶ ἐποίησεν Σαλωμων πάντα τὰ σκεύη οἴκου κυρίου καὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν καὶ τὰς τραπέζας καὶ ἐπ’ αὐτῶν ἄρτοι προθέσεως (II Crônicas 4, 19)

  • καὶ λαβίδες αὐτῶν καὶ οἱ λύχνοι αὐτῶν καὶ τὰς φιάλας καὶ τὰς θυΐσκας καὶ τὰ πυρεῖα χρυσίου καθαροῦ (II Crônicas 4, 21)

  • καὶ ἡ θύρα τοῦ οἴκου ἡ ἐσωτέρα εἰς τὰ ἅγια τῶν ἁγίων εἰς τὰς θύρας τοῦ οἴκου τοῦ ναοῦ χρυσᾶς (II Crônicas 4, 22)

  • τότε ἐξεκκλησίασεν Σαλωμων τοὺς πρεσβυτέρους Ισραηλ καὶ πάντας τοὺς ἄρχοντας τῶν φυλῶν τοὺς ἡγουμένους πατριῶν υἱῶν Ισραηλ εἰς Ιερουσαλημ τοῦ ἀνενέγκαι κιβωτὸν διαθήκης κυρίου ἐκ πόλεως Δαυιδ αὕτη Σιων (II Crônicas 5, 2)

  • καὶ ὁ βασιλεὺς Σαλωμων καὶ πᾶσα συναγωγὴ Ισραηλ καὶ οἱ φοβούμενοι καὶ οἱ ἐπισυνηγμένοι αὐτῶν ἔμπροσθεν τῆς κιβωτοῦ θύοντες μόσχους καὶ πρόβατα οἳ οὐκ ἀριθμηθήσονται καὶ οἳ οὐ λογισθήσονται ἀπὸ τοῦ πλήθους (II Crônicas 5, 6)

  • καὶ εἰσήνεγκαν οἱ ἱερεῖς τὴν κιβωτὸν διαθήκης κυρίου εἰς τὸν τόπον αὐτῆς εἰς τὸ δαβιρ τοῦ οἴκου εἰς τὰ ἅγια τῶν ἁγίων ὑποκάτω τῶν πτερύγων τῶν χερουβιν (II Crônicas 5, 7)

  • καὶ ἦν τὰ χερουβιν διαπεπετακότα τὰς πτέρυγας αὐτῶν ἐπὶ τὸν τόπον τῆς κιβωτοῦ καὶ συνεκάλυπτεν τὰ χερουβιν ἐπὶ τὴν κιβωτὸν καὶ ἐπὶ τοὺς ἀναφορεῖς αὐτῆς ἐπάνωθεν (II Crônicas 5, 8)


"O Senhor se comunica conosco à medida que nos libertamos do nosso apego aos sentidos, que sacrificamos nossa vontade própria." São Padre Pio de Pietrelcina