Encontrados 17461 resultados para: Τῷ
καὶ εἶπεν Ιουδας τῷ Συμεων ἀδελφῷ αὐτοῦ ἀνάβηθι μετ’ ἐμοῦ ἐν τῷ κλήρῳ μου καὶ παραταξώμεθα πρὸς τοὺς Χαναναίους καὶ πορεύσομαι κἀγὼ μετὰ σοῦ ἐν τῷ κλήρῳ σου καὶ ἐπορεύθη μετ’ αὐτοῦ Συμεων (Juízes 1, 3)
καὶ ἀνέβη Ιουδας καὶ παρέδωκεν κύριος τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον εἰς τὰς χεῖρας αὐτῶν καὶ ἔκοψαν αὐτοὺς ἐν Βεζεκ εἰς δέκα χιλιάδας ἀνδρῶν (Juízes 1, 4)
καὶ ἔφυγεν Αδωνιβεζεκ καὶ κατέδραμον ὀπίσω αὐτοῦ καὶ κατελάβοσαν αὐτὸν καὶ ἀπέκοψαν τὰ ἄκρα τῶν χειρῶν αὐτοῦ καὶ τὰ ἄκρα τῶν ποδῶν αὐτοῦ (Juízes 1, 6)
καὶ εἶπεν Αδωνιβεζεκ ἑβδομήκοντα βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν αὐτῶν καὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου καθὼς οὖν ἐποίησα οὕτως ἀνταπέδωκέν μοι ὁ θεός καὶ ἄγουσιν αὐτὸν εἰς Ιερουσαλημ καὶ ἀπέθανεν ἐκεῖ (Juízes 1, 7)
καὶ ἀνέβησαν ἐκεῖθεν πρὸς τοὺς κατοικοῦντας Δαβιρ τὸ δὲ ὄνομα τῆς Δαβιρ ἦν ἔμπροσθεν Καριαθσωφαρ πόλις γραμμάτων (Juízes 1, 11)
καὶ εἶπεν Χαλεβ ὃς ἐὰν πατάξῃ τὴν πόλιν τῶν γραμμάτων καὶ προκαταλάβηται αὐτήν δώσω αὐτῷ τὴν Ασχα θυγατέρα μου εἰς γυναῖκα (Juízes 1, 12)
καὶ προκατελάβετο αὐτὴν Γοθονιηλ υἱὸς Κενεζ ἀδελφοῦ Χαλεβ ὁ νεώτερος καὶ ἔδωκεν αὐτῷ Χαλεβ τὴν Ασχα θυγατέρα αὐτοῦ εἰς γυναῖκα (Juízes 1, 13)
καὶ εἶπεν αὐτῷ Ασχα δὸς δή μοι εὐλογίαν ὅτι εἰς γῆν νότου ἐκδέδοσαί με καὶ δώσεις μοι λύτρωσιν ὕδατος καὶ ἔδωκεν αὐτῇ Χαλεβ κατὰ τὴν καρδίαν αὐτῆς λύτρωσιν μετεώρων καὶ λύτρωσιν ταπεινῶν (Juízes 1, 15)
καὶ οἱ υἱοὶ Ιοθορ τοῦ Κιναιου τοῦ γαμβροῦ Μωυσέως ἀνέβησαν ἐκ πόλεως τῶν φοινίκων μετὰ τῶν υἱῶν Ιουδα εἰς τὴν ἔρημον τὴν οὖσαν ἐν τῷ νότῳ Ιουδα ἥ ἐστιν ἐπὶ καταβάσεως Αραδ καὶ κατῴκησαν μετὰ τοῦ λαοῦ (Juízes 1, 16)
καὶ ἔδωκαν τῷ Χαλεβ τὴν Χεβρων καθὼς ἐλάλησεν Μωυσῆς καὶ ἐκληρονόμησεν ἐκεῖθεν τὰς τρεῖς πόλεις τῶν υἱῶν Ενακ (Juízes 1, 20)
καὶ τὸν Ιεβουσαῖον τὸν κατοικοῦντα ἐν Ιερουσαλημ οὐκ ἐκληρονόμησαν οἱ υἱοὶ Βενιαμιν καὶ κατῴκησεν ὁ Ιεβουσαῖος μετὰ τῶν υἱῶν Βενιαμιν ἐν Ιερουσαλημ ἕως τῆς ἡμέρας ταύτης (Juízes 1, 21)
καὶ ἀνέβησαν οἱ υἱοὶ Ιωσηφ καί γε αὐτοὶ εἰς Βαιθηλ καὶ κύριος ἦν μετ’ αὐτῶν (Juízes 1, 22)