Mosaico decorativo

Encontrados 8293 resultados para: Τῆς

  • Εζεκιας ὠχύρωσεν τὴν πόλιν αὐτοῦ καὶ εἰσήγαγεν εἰς μέσον αὐτῆς ὕδωρ ὤρυξεν σιδήρῳ ἀκρότομον καὶ ᾠκοδόμησεν κρήνας εἰς ὕδατα (Eclesiástico 48, 17)

  • ἐποίησεν γὰρ Εζεκιας τὸ ἀρεστὸν κυρίῳ καὶ ἐνίσχυσεν ἐν ὁδοῖς Δαυιδ τοῦ πατρὸς αὐτοῦ ἃς ἐνετείλατο Ησαιας ὁ προφήτης ὁ μέγας καὶ πιστὸς ἐν ὁράσει αὐτοῦ (Eclesiástico 48, 22)

  • ἐνεπύρισαν ἐκλεκτὴν πόλιν ἁγιάσματος καὶ ἠρήμωσαν τὰς ὁδοὺς αὐτῆς (Eclesiástico 49, 6)

  • ἐν χειρὶ Ιερεμιου ἐκάκωσαν γὰρ αὐτόν καὶ αὐτὸς ἐν μήτρᾳ ἡγιάσθη προφήτης ἐκριζοῦν καὶ κακοῦν καὶ ἀπολλύειν ὡσαύτως οἰκοδομεῖν καὶ καταφυτεύειν (Eclesiástico 49, 7)

  • οὐδεὶς ἐκτίσθη ἐπὶ τῆς γῆς τοιοῦτος οἷος Ενωχ καὶ γὰρ αὐτὸς ἀνελήμφθη ἀπὸ τῆς γῆς (Eclesiástico 49, 14)

  • παιδείαν συνέσεως καὶ ἐπιστήμης ἐχάραξεν ἐν τῷ βιβλίῳ τούτῳ Ἰησοῦς υἱὸς Σιραχ Ελεαζαρ ὁ Ιεροσολυμίτης ὃς ἀνώμβρησεν σοφίαν ἀπὸ καρδίας αὐτοῦ (Eclesiástico 50, 27)

  • ὅτι σκεπαστὴς καὶ βοηθὸς ἐγένου μοι καὶ ἐλυτρώσω τὸ σῶμά μου ἐξ ἀπωλείας καὶ ἐκ παγίδος διαβολῆς γλώσσης ἀπὸ χειλέων ἐργαζομένων ψεῦδος καὶ ἔναντι τῶν παρεστηκότων ἐγένου βοηθὸς καὶ ἐλυτρώσω με (Eclesiástico 51, 2)

  • καὶ ἐμνήσθην τοῦ ἐλέους σου κύριε καὶ τῆς ἐργασίας σου τῆς ἀπ’ αἰῶνος ὅτι ἐξαιρῇ τοὺς ὑπομένοντάς σε καὶ σῴζεις αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν (Eclesiástico 51, 8)

  • ἔτι ὢν νεώτερος πρὶν ἢ πλανηθῆναί με ἐζήτησα σοφίαν προφανῶς ἐν προσευχῇ μου (Eclesiástico 51, 13)

  • ἔναντι ναοῦ ἠξίουν περὶ αὐτῆς καὶ ἕως ἐσχάτων ἐκζητήσω αὐτήν (Eclesiástico 51, 14)

  • διαμεμάχισται ἡ ψυχή μου ἐν αὐτῇ καὶ ἐν ποιήσει νόμου διηκριβασάμην τὰς χεῖράς μου ἐξεπέτασα πρὸς ὕψος καὶ τὰ ἀγνοήματα αὐτῆς ἐπένθησα (Eclesiástico 51, 19)

  • τὴν ψυχήν μου κατεύθυνα εἰς αὐτὴν καὶ ἐν καθαρισμῷ εὗρον αὐτήν καρδίαν ἐκτησάμην μετ’ αὐτῆς ἀπ’ ἀρχῆς διὰ τοῦτο οὐ μὴ ἐγκαταλειφθῶ (Eclesiástico 51, 20)


"O amor nada mais é do que o brilho de Deus nos homens". São Padre Pio de Pietrelcina