Encontrados 8293 resultados para: Τῆς
θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης οἱ δὲ κρατοῦντες αὐτῆς ἔδονται τοὺς καρποὺς αὐτῆς (Provérbios 18, 21)
μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται ὃς δ’ ἂν ἐκκαύσῃ κακίαν ἀπολεῖται ὑπ’ αὐτῆς (Provérbios 19, 9)
οὐ συμφέρει ἄφρονι τρυφή καὶ ἐὰν οἰκέτης ἄρξηται μεθ’ ὕβρεως δυναστεύειν (Provérbios 19, 10)
καρπὸς ἀνδρὶ ἐλεημοσύνη κρείσσων δὲ πτωχὸς δίκαιος ἢ πλούσιος ψεύστης (Provérbios 19, 22)
πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις ἀμφοτέρους δὲ ὁ κύριος ἐποίησεν (Provérbios 22, 2)
λόγοις σοφῶν παράβαλλε σὸν οὖς καὶ ἄκουε ἐμὸν λόγον τὴν δὲ σὴν καρδίαν ἐπίστησον ἵνα γνῷς ὅτι καλοί εἰσιν (Provérbios 22, 17)
καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ σεαυτῷ τρισσῶς εἰς βουλὴν καὶ γνῶσιν ἐπὶ τὸ πλάτος τῆς καρδίας σου (Provérbios 22, 20)
μὴ ἴσθι οἰνοπότης μηδὲ ἐκτείνου συμβολαῖς κρεῶν τε ἀγορασμοῖς (Provérbios 23, 20)
καὶ κατακείσῃ ὥσπερ ἐν καρδίᾳ θαλάσσης καὶ ὥσπερ κυβερνήτης ἐν πολλῷ κλύδωνι (Provérbios 23, 34)
αὗται αἱ παιδεῖαι σαλωμῶντος αἱ ἀδιάκριτοι ἃς ἐξεγράψαντο οἱ φίλοι Εζεκιου τοῦ βασιλέως τῆς Ιουδαίας (Provérbios 25, 1)
ὥσπερ θύρα στρέφεται ἐπὶ τοῦ στρόφιγγος οὕτως ὀκνηρὸς ἐπὶ τῆς κλίνης αὐτοῦ (Provérbios 26, 14)
ὁ κρύπτων ἔχθραν συνίστησιν δόλον ἐκκαλύπτει δὲ τὰς ἑαυτοῦ ἁμαρτίας εὔγνωστος ἐν συνεδρίοις (Provérbios 26, 26)