Encontrados 8293 resultados para: Τῆς
ἰδοῦσα δὲ Νωεμιν ὅτι κραταιοῦται αὐτὴ τοῦ πορεύεσθαι μετ’ αὐτῆς ἐκόπασεν τοῦ λαλῆσαι πρὸς αὐτὴν ἔτι (Rute 1, 18)
καὶ ἐπέστρεψεν Νωεμιν καὶ Ρουθ ἡ Μωαβῖτις ἡ νύμφη αὐτῆς ἐπιστρέφουσα ἐξ ἀγροῦ Μωαβ αὐταὶ δὲ παρεγενήθησαν εἰς Βαιθλεεμ ἐν ἀρχῇ θερισμοῦ κριθῶν (Rute 1, 22)
καὶ τῇ Νωεμιν ἀνὴρ γνώριμος τῷ ἀνδρὶ αὐτῆς ὁ δὲ ἀνὴρ δυνατὸς ἰσχύι ἐκ τῆς συγγενείας Αβιμελεχ καὶ ὄνομα αὐτῷ Βοος (Rute 2, 1)
καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτῆς καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ εἶπεν πρὸς αὐτόν τί ὅτι εὗρον χάριν ἐν ὀφθαλμοῖς σου τοῦ ἐπιγνῶναί με καὶ ἐγώ εἰμι ξένη (Rute 2, 10)
καὶ ἀπεκρίθη Βοος καὶ εἶπεν αὐτῇ ἀπαγγελίᾳ ἀπηγγέλη μοι ὅσα πεποίηκας μετὰ τῆς πενθερᾶς σου μετὰ τὸ ἀποθανεῖν τὸν ἄνδρα σου καὶ πῶς κατέλιπες τὸν πατέρα σου καὶ τὴν μητέρα σου καὶ τὴν γῆν γενέσεώς σου καὶ ἐπορεύθης πρὸς λαὸν ὃν οὐκ ᾔδεις ἐχθὲς καὶ τρίτης (Rute 2, 11)
ἡ δὲ εἶπεν εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου κύριε ὅτι παρεκάλεσάς με καὶ ὅτι ἐλάλησας ἐπὶ καρδίαν τῆς δούλης σου καὶ ἰδοὺ ἐγὼ ἔσομαι ὡς μία τῶν παιδισκῶν σου (Rute 2, 13)
καὶ ἦρεν καὶ εἰσῆλθεν εἰς τὴν πόλιν καὶ εἶδεν ἡ πενθερὰ αὐτῆς ἃ συνέλεξεν καὶ ἐξενέγκασα Ρουθ ἔδωκεν αὐτῇ ἃ κατέλιπεν ἐξ ὧν ἐνεπλήσθη (Rute 2, 18)
καὶ εἶπεν αὐτῇ ἡ πενθερὰ αὐτῆς ποῦ συνέλεξας σήμερον καὶ ποῦ ἐποίησας εἴη ὁ ἐπιγνούς σε εὐλογημένος καὶ ἀπήγγειλεν Ρουθ τῇ πενθερᾷ αὐτῆς ποῦ ἐποίησεν καὶ εἶπεν τὸ ὄνομα τοῦ ἀνδρός μεθ’ οὗ ἐποίησα σήμερον Βοος (Rute 2, 19)
καὶ εἶπεν Νωεμιν τῇ νύμφῃ αὐτῆς εὐλογητός ἐστιν τῷ κυρίῳ ὅτι οὐκ ἐγκατέλιπεν τὸ ἔλεος αὐτοῦ μετὰ τῶν ζώντων καὶ μετὰ τῶν τεθνηκότων καὶ εἶπεν αὐτῇ Νωεμιν ἐγγίζει ἡμῖν ὁ ἀνὴρ ἐκ τῶν ἀγχιστευόντων ἡμᾶς ἐστιν (Rute 2, 20)
καὶ εἶπεν Ρουθ πρὸς τὴν πενθερὰν αὐτῆς καί γε ὅτι εἶπεν πρός με μετὰ τῶν παιδαρίων μου προσκολλήθητι ἕως ἂν τελέσωσιν ὅλον τὸν ἀμητόν ὃς ὑπάρχει μοι (Rute 2, 21)
καὶ εἶπεν Νωεμιν πρὸς Ρουθ τὴν νύμφην αὐτῆς ἀγαθόν θύγατερ ὅτι ἐπορεύθης μετὰ τῶν κορασίων αὐτοῦ καὶ οὐκ ἀπαντήσονταί σοι ἐν ἀγρῷ ἑτέρῳ (Rute 2, 22)
καὶ προσεκολλήθη Ρουθ τοῖς κορασίοις Βοος συλλέγειν ἕως οὗ συνετέλεσεν τὸν θερισμὸν τῶν κριθῶν καὶ τῶν πυρῶν καὶ ἐκάθισεν μετὰ τῆς πενθερᾶς αὐτῆς (Rute 2, 23)