Mosaico decorativo

Encontrados 27654 resultados para: Τὸ

  • τὴν καλὴν παραθήκην φύλαξον διὰ πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. (II Timóteo 1, 14)

  • οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ ἀσίᾳ, ὧν ἐστιν φύγελος καὶ ἑρμογένης. (II Timóteo 1, 15)

  • καὶ ἃ ἤκουσας παρ᾽ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. (II Timóteo 2, 2)

  • συγκακοπάθησον ὡς καλὸς στρατιώτης χριστοῦ ἰησοῦ. (II Timóteo 2, 3)

  • οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῶ στρατολογήσαντι ἀρέσῃ· (II Timóteo 2, 4)

  • τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. (II Timóteo 2, 6)

  • μνημόνευε ἰησοῦν χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου· (II Timóteo 2, 8)

  • ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος, ἀλλὰ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται. (II Timóteo 2, 9)

  • διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν χριστῶ ἰησοῦ μετὰ δόξης αἰωνίου. (II Timóteo 2, 10)

  • πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· (II Timóteo 2, 11)

  • εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει, ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται. (II Timóteo 2, 13)

  • ταῦτα ὑπομίμνῃσκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ θεοῦ μὴ λογομαχεῖν, ἐπ᾽ οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. (II Timóteo 2, 14)


"Vive-se de fé, não de sonhos." São Padre Pio de Pietrelcina