Mosaico decorativo

Encontrados 27654 resultados para: Τὸ

  • ἐγὼ δὲ κατελαβόμην μηδὲν ἄξιον αὐτὸν θανάτου πεπραχέναι, αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν σεβαστὸν ἔκρινα πέμπειν. (Atos dos Apóstolos 25, 25)

  • περὶ οὖ ἀσφαλές τι γράψαι τῶ κυρίῳ οὐκ ἔχω· διὸ προήγαγον αὐτὸν ἐφ᾽ ὑμῶν καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ τί γράψω· (Atos dos Apóstolos 25, 26)

  • ἄλογον γάρ μοι δοκεῖ πέμποντα δέσμιον μὴ καὶ τὰς κατ᾽ αὐτοῦ αἰτίας σημᾶναι. (Atos dos Apóstolos 25, 27)

  • ἀγρίππας δὲ πρὸς τὸν παῦλον ἔφη, ἐπιτρέπεταί σοι περὶ σεαυτοῦ λέγειν. τότε ὁ παῦλος ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο, (Atos dos Apóstolos 26, 1)

  • περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ ἰουδαίων, βασιλεῦ ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ μέλλων σήμερον ἀπολογεῖσθαι, (Atos dos Apóstolos 26, 2)

  • τὴν μὲν οὗν βίωσίν μου [τὴν] ἐκ νεότητος τὴν ἀπ᾽ ἀρχῆς γενομένην ἐν τῶ ἔθνει μου ἔν τε ἱεροσολύμοις ἴσασι πάντες [οἱ] ἰουδαῖοι, (Atos dos Apóstolos 26, 4)

  • καὶ νῦν ἐπ᾽ ἐλπίδι τῆς εἰς τοὺς πατέρας ἡμῶν ἐπαγγελίας γενομένης ὑπὸ τοῦ θεοῦ ἕστηκα κρινόμενος, (Atos dos Apóstolos 26, 6)

  • εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ὑπὸ ἰουδαίων, βασιλεῦ. (Atos dos Apóstolos 26, 7)

  • τί ἄπιστον κρίνεται παρ᾽ ὑμῖν εἰ ὁ θεὸς νεκροὺς ἐγείρει; (Atos dos Apóstolos 26, 8)

  • ἐγὼ μὲν οὗν ἔδοξα ἐμαυτῶ πρὸς τὸ ὄνομα ἰησοῦ τοῦ ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι· (Atos dos Apóstolos 26, 9)

  • καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον βλασφημεῖν, περισσῶς τε ἐμμαινόμενος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις. (Atos dos Apóstolos 26, 11)

  • ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους· (Atos dos Apóstolos 26, 13)


"É preciso amar, amar e nada mais". São Padre Pio de Pietrelcina