Encontrados 27654 resultados para: Τὸ
καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα ταῦτα, καὶ ἠπίστουν αὐταῖς. (São Lucas 24, 11)
ὁ δὲ πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια μόνα· καὶ ἀπῆλθεν πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός. (São Lucas 24, 12)
καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. (São Lucas 24, 14)
καὶ ἐγένετο ἐν τῶ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ αὐτὸς ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς, (São Lucas 24, 15)
οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. (São Lucas 24, 16)
εἶπεν δὲ πρὸς αὐτούς, τίνες οἱ λόγοι οὖτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες; καὶ ἐστάθησαν σκυθρωποί. (São Lucas 24, 17)
ἀποκριθεὶς δὲ εἷς ὀνόματι κλεοπᾶς εἶπεν πρὸς αὐτόν, σὺ μόνος παροικεῖς ἰερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; (São Lucas 24, 18)
καὶ εἶπεν αὐτοῖς, ποῖα; οἱ δὲ εἶπαν αὐτῶ, τὰ περὶ ἰησοῦ τοῦ ναζαρηνοῦ, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ, (São Lucas 24, 19)
ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν. (São Lucas 24, 20)
ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν ἰσραήλ· ἀλλά γε καὶ σὺν πᾶσιν τούτοις τρίτην ταύτην ἡμέραν ἄγει ἀφ᾽ οὖ ταῦτα ἐγένετο. (São Lucas 24, 21)
ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς· γενόμεναι ὀρθριναὶ ἐπὶ τὸ μνημεῖον (São Lucas 24, 22)
καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν. (São Lucas 24, 23)