Mosaico decorativo

Encontrados 27654 resultados para: Τὸ

  • ἀλλ᾽ ὅταν κληθῇς πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε ἐρεῖ σοι, φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον πάντων τῶν συνανακειμένων σοι. (São Lucas 14, 10)

  • ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. (São Lucas 14, 11)

  • ἔλεγεν δὲ καὶ τῶ κεκληκότι αὐτόν, ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοὶ ἀντικαλέσωσίν σε καὶ γένηται ἀνταπόδομά σοι. (São Lucas 14, 12)

  • ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῶ, μακάριος ὅστις φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. (São Lucas 14, 15)

  • καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις, ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστιν. (São Lucas 14, 17)

  • καὶ ἤρξαντο ἀπὸ μιᾶς πάντες παραιτεῖσθαι. ὁ πρῶτος εἶπεν αὐτῶ, ἀγρὸν ἠγόρασα καὶ ἔχω ἀνάγκην ἐξελθὼν ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. (São Lucas 14, 18)

  • καὶ ἕτερος εἶπεν, γυναῖκα ἔγημα καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. (São Lucas 14, 20)

  • καὶ παραγενόμενος ὁ δοῦλος ἀπήγγειλεν τῶ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῶ δούλῳ αὐτοῦ, ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπείρους καὶ τυφλοὺς καὶ χωλοὺς εἰσάγαγε ὧδε. (São Lucas 14, 21)

  • καὶ εἶπεν ὁ δοῦλος, κύριε, γέγονεν ὃ ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν. (São Lucas 14, 22)

  • καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον, ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ μου ὁ οἶκος· (São Lucas 14, 23)

  • λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου. (São Lucas 14, 24)

  • συνεπορεύοντο δὲ αὐτῶ ὄχλοι πολλοί, καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς, (São Lucas 14, 25)


"O amor nada mais é do que o brilho de Deus nos homens". São Padre Pio de Pietrelcina