Encontrados 27654 resultados para: Τὸ
καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. (São Lucas 1, 23)
μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν ἐλισάβετ ἡ γυνὴ αὐτοῦ· καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα (São Lucas 1, 24)
ἐν δὲ τῶ μηνὶ τῶ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος γαβριὴλ ἀπὸ τοῦ θεοῦ εἰς πόλιν τῆς γαλιλαίας ᾗ ὄνομα ναζαρὲθ (São Lucas 1, 26)
πρὸς παρθένον ἐμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα ἰωσὴφ ἐξ οἴκου δαυίδ, καὶ τὸ ὄνομα τῆς παρθένου μαριάμ. (São Lucas 1, 27)
ἡ δὲ ἐπὶ τῶ λόγῳ διεταράχθη καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὖτος. (São Lucas 1, 29)
καὶ ἰδοὺ συλλήμψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ἰησοῦν. (São Lucas 1, 31)
οὖτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῶ κύριος ὁ θεὸς τὸν θρόνον δαυὶδ τοῦ πατρὸς αὐτοῦ, (São Lucas 1, 32)
καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. (São Lucas 1, 33)
εἶπεν δὲ μαριὰμ πρὸς τὸν ἄγγελον, πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; (São Lucas 1, 34)
καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ, πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται, υἱὸς θεοῦ. (São Lucas 1, 35)
καὶ ἰδοὺ ἐλισάβετ ἡ συγγενίς σου καὶ αὐτὴ συνείληφεν υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὖτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ· (São Lucas 1, 36)
ὅτι οὐκ ἀδυνατήσει παρὰ τοῦ θεοῦ πᾶν ῥῆμα. (São Lucas 1, 37)