Mosaico decorativo

Encontrados 27654 resultados para: Τὸ

  • καὶ εἰς τὴν οἰκίαν πάλιν οἱ μαθηταὶ περὶ τούτου ἐπηρώτων αὐτόν. (São Marcos 10, 10)

  • καὶ λέγει αὐτοῖς, ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ἐπ᾽ αὐτήν, (São Marcos 10, 11)

  • καὶ ἐὰν αὐτὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς γαμήσῃ ἄλλον μοιχᾶται. (São Marcos 10, 12)

  • καὶ προσέφερον αὐτῶ παιδία ἵνα αὐτῶν ἅψηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς. (São Marcos 10, 13)

  • ἰδὼν δὲ ὁ ἰησοῦς ἠγανάκτησεν καὶ εἶπεν αὐτοῖς, ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ. (São Marcos 10, 14)

  • ἀμὴν λέγω ὑμῖν, ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. (São Marcos 10, 15)

  • καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν, διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω; (São Marcos 10, 17)

  • τὰς ἐντολὰς οἶδας· μὴ φονεύσῃς, μὴ μοιχεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, μὴ ἀποστερήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα. (São Marcos 10, 19)

  • ὁ δὲ ἔφη αὐτῶ, διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. (São Marcos 10, 20)

  • ὁ δὲ ἰησοῦς ἐμβλέψας αὐτῶ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῶ, ἕν σε ὑστερεῖ· ὕπαγε ὅσα ἔχεις πώλησον καὶ δὸς [τοῖς] πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῶ, καὶ δεῦρο ἀκολούθει μοι. (São Marcos 10, 21)

  • καὶ περιβλεψάμενος ὁ ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ, πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελεύσονται. (São Marcos 10, 23)

  • οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. ὁ δὲ ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς, τέκνα, πῶς δύσκολόν ἐστιν εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν· (São Marcos 10, 24)


"O Coração de Jesus não deixará cair no vazio a nossa oração se ela for plena de fé e de confiança." São Padre Pio de Pietrelcina