Encontrados 27654 resultados para: Τὸ
δίκαιος οἰκτίρει ψυχὰς κτηνῶν αὐτοῦ τὰ δὲ σπλάγχνα τῶν ἀσεβῶν ἀνελεήμονα (Provérbios 12, 10)
ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν ἐμπλησθήσεται ἄρτων οἱ δὲ διώκοντες μάταια ἐνδεεῖς φρενῶν (11a) ὅς ἐστιν ἡδὺς ἐν οἴνων διατριβαῖς ἐν τοῖς ἑαυτοῦ ὀχυρώμασιν καταλείψει ἀτιμίαν (Provérbios 12, 11)
ἀπὸ καρπῶν στόματος ψυχὴ ἀνδρὸς πλησθήσεται ἀγαθῶν ἀνταπόδομα δὲ χειλέων αὐτοῦ δοθήσεται αὐτῷ (Provérbios 12, 14)
ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν αὐτοῦ κρύπτει δὲ τὴν ἑαυτοῦ ἀτιμίαν πανοῦργος (Provérbios 12, 16)
χείλη ἀληθινὰ κατορθοῖ μαρτυρίαν μάρτυς δὲ ταχὺς γλῶσσαν ἔχει ἄδικον (Provérbios 12, 19)
βδέλυγμα κυρίῳ χείλη ψευδῆ ὁ δὲ ποιῶν πίστεις δεκτὸς παρ’ αὐτῷ (Provérbios 12, 22)
ἀνὴρ συνετὸς θρόνος αἰσθήσεως καρδία δὲ ἀφρόνων συναντήσεται ἀραῖς (Provérbios 12, 23)
ἐπιγνώμων δίκαιος ἑαυτοῦ φίλος ἔσται αἱ δὲ γνῶμαι τῶν ἀσεβῶν ἀνεπιεικεῖς ἁμαρτάνοντας καταδιώξεται κακά ἡ δὲ ὁδὸς τῶν ἀσεβῶν πλανήσει αὐτούς (Provérbios 12, 26)
ἐν ὁδοῖς δικαιοσύνης ζωή ὁδοὶ δὲ μνησικάκων εἰς θάνατον (Provérbios 12, 28)
ὃς φυλάσσει τὸ ἑαυτοῦ στόμα τηρεῖ τὴν ἑαυτοῦ ψυχήν ὁ δὲ προπετὴς χείλεσιν πτοήσει ἑαυτόν (Provérbios 13, 3)
δικαιοσύνη φυλάσσει ἀκάκους τοὺς δὲ ἀσεβεῖς φαύλους ποιεῖ ἁμαρτία (Provérbios 13, 6)
εἰσὶν οἱ πλουτίζοντες ἑαυτοὺς μηδὲν ἔχοντες καὶ εἰσὶν οἱ ταπεινοῦντες ἑαυτοὺς ἐν πολλῷ πλούτῳ (Provérbios 13, 7)