Encontrados 9551 resultados para: Τὸν
καὶ ἐπέστρεψαν πρός με νῶτον καὶ οὐ πρόσωπον καὶ ἐδίδαξα αὐτοὺς ὄρθρου καὶ ἐδίδαξα καὶ οὐκ ἤκουσαν ἐπιλαβεῖν παιδείαν (Jeremias 39, 33)
καὶ ᾠκοδόμησαν τοὺς βωμοὺς τῇ Βααλ τοὺς ἐν φάραγγι υἱοῦ Εννομ τοῦ ἀναφέρειν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τῷ Μολοχ βασιλεῖ ἃ οὐ συνέταξα αὐτοῖς καὶ οὐκ ἀνέβη ἐπὶ καρδίαν μου τοῦ ποιῆσαι τὸ βδέλυγμα τοῦτο πρὸς τὸ ἐφαμαρτεῖν τὸν Ιουδαν (Jeremias 39, 35)
ἰδοὺ ἐγὼ συνάγω αὐτοὺς ἐκ πάσης τῆς γῆς οὗ διέσπειρα αὐτοὺς ἐκεῖ ἐν ὀργῇ μου καὶ τῷ θυμῷ μου καὶ παροξυσμῷ μεγάλῳ καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὸν τόπον τοῦτον καὶ καθιῶ αὐτοὺς πεποιθότας (Jeremias 39, 37)
καὶ διαθήσομαι αὐτοῖς διαθήκην αἰωνίαν ἣν οὐ μὴ ἀποστρέψω ὄπισθεν αὐτῶν καὶ τὸν φόβον μου δώσω εἰς τὴν καρδίαν αὐτῶν πρὸς τὸ μὴ ἀποστῆναι αὐτοὺς ἀπ’ ἐμοῦ (Jeremias 39, 40)
ὅτι οὕτως εἶπεν κύριος καθὰ ἐπήγαγον ἐπὶ τὸν λαὸν τοῦτον πάντα τὰ κακὰ τὰ μεγάλα ταῦτα οὕτως ἐγὼ ἐπάξω ἐπ’ αὐτοὺς πάντα τὰ ἀγαθά ἃ ἐλάλησα ἐπ’ αὐτούς (Jeremias 39, 42)
φωνὴ εὐφροσύνης καὶ φωνὴ χαρμοσύνης φωνὴ νυμφίου καὶ φωνὴ νύμφης φωνὴ λεγόντων ἐξομολογεῖσθε κυρίῳ παντοκράτορι ὅτι χρηστὸς κύριος ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ καὶ εἰσοίσουσιν δῶρα εἰς οἶκον κυρίου ὅτι ἀποστρέψω πᾶσαν τὴν ἀποικίαν τῆς γῆς ἐκείνης κατὰ τὸ πρότερον εἶπεν κύριος (Jeremias 40, 11)
ἀλλὰ ἄκουσον τὸν λόγον κυρίου Σεδεκια βασιλεῦ Ιουδα οὕτως λέγει κύριος (Jeremias 41, 4)
καὶ ἐλάλησεν Ιερεμιας πρὸς τὸν βασιλέα Σεδεκιαν πάντας τοὺς λόγους τούτους ἐν Ιερουσαλημ (Jeremias 41, 6)
ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου μετὰ τὸ συντελέσαι τὸν βασιλέα Σεδεκιαν διαθήκην πρὸς τὸν λαὸν τοῦ καλέσαι ἄφεσιν (Jeremias 41, 8)
τοῦ ἐξαποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ τὸν Εβραῖον καὶ τὴν Εβραίαν ἐλευθέρους πρὸς τὸ μὴ δουλεύειν ἄνδρα ἐξ Ιουδα (Jeremias 41, 9)
καὶ ἐπεστράφησαν πάντες οἱ μεγιστᾶνες καὶ πᾶς ὁ λαὸς οἱ εἰσελθόντες ἐν τῇ διαθήκῃ τοῦ ἀποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ (Jeremias 41, 10)
ὅταν πληρωθῇ ἓξ ἔτη ἀποστελεῖς τὸν ἀδελφόν σου τὸν Εβραῖον ὃς πραθήσεταί σοι καὶ ἐργᾶταί σοι ἓξ ἔτη καὶ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον καὶ οὐκ ἤκουσάν μου καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν (Jeremias 41, 14)