Encontrados 9551 resultados para: Τὸν
καὶ ἤκουσεν Δαυιδ καὶ ἀπέστειλεν τὸν Ιωαβ καὶ πᾶσαν τὴν στρατιὰν τῶν δυνατῶν (I Crônicas 19, 8)
καὶ ἐξῆλθον οἱ υἱοὶ Αμμων καὶ παρατάσσονται εἰς πόλεμον παρὰ τὸν πυλῶνα τῆς πόλεως καὶ οἱ βασιλεῖς οἱ ἐλθόντες παρενέβαλον καθ’ ἑαυτοὺς ἐν τῷ πεδίῳ (I Crônicas 19, 9)
καὶ εἶδεν Ιωαβ ὅτι γεγόνασιν ἀντιπρόσωποι τοῦ πολεμεῖν πρὸς αὐτὸν κατὰ πρόσωπον καὶ ἐξόπισθεν καὶ ἐξελέξατο ἐκ παντὸς νεανίου ἐξ Ισραηλ καὶ παρετάξαντο ἐναντίον τοῦ Σύρου (I Crônicas 19, 10)
καὶ εἶδεν Σύρος ὅτι ἐτροπώσατο αὐτὸν Ισραηλ καὶ ἀπέστειλεν ἀγγέλους καὶ ἐξήγαγον τὸν Σύρον ἐκ τοῦ πέραν τοῦ ποταμοῦ καὶ Σωφαχ ἀρχιστράτηγος δυνάμεως Αδρααζαρ ἔμπροσθεν αὐτῶν (I Crônicas 19, 16)
καὶ ἀπηγγέλη τῷ Δαυιδ καὶ συνήγαγεν τὸν πάντα Ισραηλ καὶ διέβη τὸν Ιορδάνην καὶ ἦλθεν ἐπ’ αὐτοὺς καὶ παρετάξατο ἐπ’ αὐτούς καὶ παρατάσσεται Σύρος ἐξ ἐναντίας Δαυιδ καὶ ἐπολέμησαν αὐτόν (I Crônicas 19, 17)
καὶ ἔφυγεν Σύρος ἀπὸ προσώπου Δαυιδ καὶ ἀπέκτεινεν Δαυιδ ἀπὸ τοῦ Σύρου ἑπτὰ χιλιάδας ἁρμάτων καὶ τεσσαράκοντα χιλιάδας πεζῶν καὶ τὸν Σωφαχ ἀρχιστράτηγον δυνάμεως ἀπέκτεινεν (I Crônicas 19, 18)
καὶ ἔλαβεν Δαυιδ τὸν στέφανον Μολχολ βασιλέως αὐτῶν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ καὶ εὑρέθη ὁ σταθμὸς αὐτοῦ τάλαντον χρυσίου καὶ ἐν αὐτῷ λίθος τίμιος καὶ ἦν ἐπὶ τὴν κεφαλὴν Δαυιδ καὶ σκῦλα τῆς πόλεως ἐξήνεγκεν πολλὰ σφόδρα (I Crônicas 20, 2)
καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἐξήγαγεν καὶ διέπρισεν πρίοσιν καὶ ἐν σκεπάρνοις σιδηροῖς καὶ οὕτως ἐποίησεν Δαυιδ τοῖς πᾶσιν υἱοῖς Αμμων καὶ ἀνέστρεψεν Δαυιδ καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς Ιερουσαλημ (I Crônicas 20, 3)
καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γαζερ μετὰ τῶν ἀλλοφύλων τότε ἐπάταξεν Σοβοχαι ὁ Ουσαθι τὸν Σαφου ἀπὸ τῶν υἱῶν τῶν γιγάντων καὶ ἐταπείνωσεν αὐτόν (I Crônicas 20, 4)
καὶ ἐγένετο ἔτι πόλεμος μετὰ τῶν ἀλλοφύλων καὶ ἐπάταξεν Ελλαναν υἱὸς Ιαϊρ τὸν Λεεμι ἀδελφὸν Γολιαθ τοῦ Γεθθαίου καὶ ξύλον δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων (I Crônicas 20, 5)
καὶ ὠνείδισεν τὸν Ισραηλ καὶ ἐπάταξεν αὐτὸν Ιωναθαν υἱὸς Σαμαα ἀδελφοῦ Δαυιδ (I Crônicas 20, 7)
καὶ ἔστη διάβολος ἐν τῷ Ισραηλ καὶ ἐπέσεισεν τὸν Δαυιδ τοῦ ἀριθμῆσαι τὸν Ισραηλ (I Crônicas 21, 1)