Encontrados 9551 resultados para: Τὸν
καὶ ἐλάλησεν Δαυιδ τῷ κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης ἐν ᾗ ἡμέρᾳ ἐξείλατο αὐτὸν κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαουλ (II Samuel 22, 1)
αἰνετὸν ἐπικαλέσομαι κύριον καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι (II Samuel 22, 4)
ἐν τῷ θλίβεσθαί με ἐπικαλέσομαι κύριον καὶ πρὸς τὸν θεόν μου βοήσομαι καὶ ἐπακούσεται ἐκ ναοῦ αὐτοῦ φωνῆς μου καὶ ἡ κραυγή μου ἐν τοῖς ὠσὶν αὐτοῦ (II Samuel 22, 7)
καὶ τὸν λαὸν τὸν πτωχὸν σώσεις καὶ ὀφθαλμοὺς ἐπὶ μετεώρων ταπεινώσεις (II Samuel 22, 28)
καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον τοὺς μισοῦντάς με καὶ ἐθανάτωσας αὐτούς (II Samuel 22, 41)
καὶ οὗτοι οἱ λόγοι Δαυιδ οἱ ἔσχατοι πιστὸς Δαυιδ υἱὸς Ιεσσαι καὶ πιστὸς ἀνήρ ὃν ἀνέστησεν κύριος ἐπὶ χριστὸν θεοῦ Ιακωβ καὶ εὐπρεπεῖς ψαλμοὶ Ισραηλ (II Samuel 23, 1)
καὶ μετ’ αὐτὸν Ελεαζαρ υἱὸς πατραδέλφου αὐτοῦ υἱὸς Σουσίτου ἐν τοῖς τρισὶν δυνατοῖς οὗτος ἦν μετὰ Δαυιδ ἐν Σερραν καὶ ἐν τῷ ὀνειδίσαι αὐτὸν ἐν τοῖς ἀλλοφύλοις συνήχθησαν ἐκεῖ εἰς πόλεμον καὶ ἀνέβησαν ἀνὴρ Ισραηλ (II Samuel 23, 9)
καὶ μετ’ αὐτὸν Σαμαια υἱὸς Ασα ὁ Αρουχαῖος καὶ συνήχθησαν οἱ ἀλλόφυλοι εἰς Θηρία καὶ ἦν ἐκεῖ μερὶς τοῦ ἀγροῦ πλήρης φακοῦ καὶ ὁ λαὸς ἔφυγεν ἐκ προσώπου ἀλλοφύλων (II Samuel 23, 11)
καὶ Βαναιας υἱὸς Ιωδαε ἀνὴρ αὐτὸς πολλοστὸς ἔργοις ἀπὸ Καβεσεηλ καὶ αὐτὸς ἐπάταξεν τοὺς δύο υἱοὺς Αριηλ τοῦ Μωαβ καὶ αὐτὸς κατέβη καὶ ἐπάταξε τὸν λέοντα ἐν μέσῳ τοῦ λάκκου ἐν τῇ ἡμέρᾳ τῆς χιόνος (II Samuel 23, 20)
αὐτὸς ἐπάταξεν τὸν ἄνδρα τὸν Αἰγύπτιον ἄνδρα ὁρατόν ἐν δὲ τῇ χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ξύλον διαβάθρας καὶ κατέβη πρὸς αὐτὸν ἐν ῥάβδῳ καὶ ἥρπασεν τὸ δόρυ ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ (II Samuel 23, 21)
ἐκ τῶν τριῶν ἔνδοξος καὶ πρὸς τοὺς τρεῖς οὐκ ἦλθεν καὶ ἔταξεν αὐτὸν Δαυιδ εἰς τὰς ἀκοὰς αὐτοῦ (II Samuel 23, 23)
καὶ προσέθετο ὀργὴ κυρίου ἐκκαῆναι ἐν Ισραηλ καὶ ἐπέσεισεν τὸν Δαυιδ ἐν αὐτοῖς λέγων βάδιζε ἀρίθμησον τὸν Ισραηλ καὶ τὸν Ιουδα (II Samuel 24, 1)