Encontrados 9551 resultados para: Τὸν
καὶ ἐξαπέστειλεν Ἰησοῦς τὸν λαόν καὶ ἦλθεν ἀνὴρ εἰς τὴν κληρονομίαν αὐτοῦ κατακληρονομῆσαι τὴν γῆν (Juízes 2, 6)
καὶ ἐτελεύτησεν Ἰησοῦς υἱὸς Ναυη δοῦλος κυρίου υἱὸς ἑκατὸν δέκα ἐτῶν (Juízes 2, 8)
καὶ ἔθαψαν αὐτὸν ἐν ὁρίῳ τῆς κληρονομίας αὐτοῦ ἐν Θαμναθαρες ἐν ὄρει Εφραιμ ἀπὸ βορρᾶ τοῦ ὄρους Γαας (Juízes 2, 9)
καί γε πᾶσα ἡ γενεὰ ἐκείνη προσετέθησαν πρὸς τοὺς πατέρας αὐτῶν καὶ ἀνέστη γενεὰ ἑτέρα μετ’ αὐτούς οἳ οὐκ ἔγνωσαν τὸν κύριον καί γε τὸ ἔργον ὃ ἐποίησεν ἐν τῷ Ισραηλ (Juízes 2, 10)
καὶ ἐγκατέλιπον τὸν κύριον τὸν θεὸν τῶν πατέρων αὐτῶν τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γῆς Αἰγύπτου καὶ ἐπορεύθησαν ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ αὐτῶν καὶ προσεκύνησαν αὐτοῖς καὶ παρώργισαν τὸν κύριον (Juízes 2, 12)
καὶ ἐγκατέλιπον αὐτὸν καὶ ἐλάτρευσαν τῷ Βααλ καὶ ταῖς Ἀστάρταις (Juízes 2, 13)
τοῦ πειράσαι ἐν αὐτοῖς τὸν Ισραηλ εἰ φυλάσσονται τὴν ὁδὸν κυρίου πορεύεσθαι ἐν αὐτῇ ὃν τρόπον ἐφύλαξαν οἱ πατέρες αὐτῶν ἢ οὔ (Juízes 2, 22)
καὶ ταῦτα τὰ ἔθνη ἃ ἀφῆκεν κύριος αὐτὰ ὥστε πειράσαι ἐν αὐτοῖς τὸν Ισραηλ πάντας τοὺς μὴ ἐγνωκότας τοὺς πολέμους Χανααν (Juízes 3, 1)
τὰς πέντε σατραπείας τῶν ἀλλοφύλων καὶ πάντα τὸν Χαναναῖον καὶ τὸν Σιδώνιον καὶ τὸν Ευαῖον τὸν κατοικοῦντα τὸν Λίβανον ἀπὸ τοῦ ὄρους τοῦ Αερμων ἕως Λαβωεμαθ (Juízes 3, 3)
καὶ ἐγένετο ὥστε πειράσαι ἐν αὐτοῖς τὸν Ισραηλ γνῶναι εἰ ἀκούσονται τὰς ἐντολὰς κυρίου ἃς ἐνετείλατο τοῖς πατράσιν αὐτῶν ἐν χειρὶ Μωυσῆ (Juízes 3, 4)
καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον καὶ ἤγειρεν κύριος σωτῆρα τῷ Ισραηλ καὶ ἔσωσεν αὐτούς τὸν Γοθονιηλ υἱὸν Κενεζ ἀδελφοῦ Χαλεβ τὸν νεώτερον ὑπὲρ αὐτόν (Juízes 3, 9)
καὶ ἐγένετο ἐπ’ αὐτὸν πνεῦμα κυρίου καὶ ἔκρινεν τὸν Ισραηλ καὶ ἐξῆλθεν εἰς πόλεμον πρὸς Χουσαρσαθαιμ καὶ παρέδωκεν κύριος ἐν χειρὶ αὐτοῦ τὸν Χουσαρσαθαιμ βασιλέα Συρίας ποταμῶν καὶ ἐκραταιώθη ἡ χεὶρ αὐτοῦ ἐπὶ τὸν Χουσαρσαθαιμ (Juízes 3, 10)