Mosaico decorativo

Encontrados 20428 resultados para: Τὰ

  • κἀγὼ εἶπον, κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ· (Atos dos Apóstolos 22, 19)

  • καὶ ὅτε ἐξεχύννετο τὸ αἷμα στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν. (Atos dos Apóstolos 22, 20)

  • κραυγαζόντων τε αὐτῶν καὶ ῥιπτούντων τὰ ἱμάτια καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα, (Atos dos Apóstolos 22, 23)

  • ἐκέλευσεν ὁ χιλίαρχος εἰσάγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν, εἴπας μάστιξιν ἀνετάζεσθαι αὐτὸν ἵνα ἐπιγνῶ δι᾽ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῶ. (Atos dos Apóstolos 22, 24)

  • ὡς δὲ προέτειναν αὐτὸν τοῖς ἱμᾶσιν εἶπεν πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ παῦλος, εἰ ἄνθρωπον ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν; (Atos dos Apóstolos 22, 25)

  • ἀκούσας δὲ ὁ ἑκατοντάρχης προσελθὼν τῶ χιλιάρχῳ ἀπήγγειλεν λέγων, τί μέλλεις ποιεῖν; ὁ γὰρ ἄνθρωπος οὖτος ῥωμαῖός ἐστιν. (Atos dos Apóstolos 22, 26)

  • ἀπεκρίθη δὲ ὁ χιλίαρχος, ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. ὁ δὲ παῦλος ἔφη, ἐγὼ δὲ καὶ γεγέννημαι. (Atos dos Apóstolos 22, 28)

  • εὐθέως οὗν ἀπέστησαν ἀπ᾽ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν· καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη ἐπιγνοὺς ὅτι ῥωμαῖός ἐστιν καὶ ὅτι αὐτὸν ἦν δεδεκώς. (Atos dos Apóstolos 22, 29)

  • τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλὲς τὸ τί κατηγορεῖται ὑπὸ τῶν ἰουδαίων ἔλυσεν αὐτόν, καὶ ἐκέλευσεν συνελθεῖν τοὺς ἀρχιερεῖς καὶ πᾶν τὸ συνέδριον, καὶ καταγαγὼν τὸν παῦλον ἔστησεν εἰς αὐτούς. (Atos dos Apóstolos 22, 30)

  • ἀτενίσας δὲ ὁ παῦλος τῶ συνεδρίῳ εἶπεν, ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῶ θεῶ ἄχρι ταύτης τῆς ἡμέρας. (Atos dos Apóstolos 23, 1)

  • ὁ δὲ ἀρχιερεὺς ἁνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῶ τύπτειν αὐτοῦ τὸ στόμα. (Atos dos Apóstolos 23, 2)

  • τότε ὁ παῦλος πρὸς αὐτὸν εἶπεν, τύπτειν σε μέλλει ὁ θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι; (Atos dos Apóstolos 23, 3)


"É sempre necessário ir para a frente, nunca para trás, na vida espiritual." São Padre Pio de Pietrelcina