Mosaico decorativo

Encontrados 3696 resultados para: Πρὸς

  • καὶ εἶπεν Ἰησοῦς πρὸς τὸν λαόν μάρτυρες ὑμεῖς καθ’ ὑμῶν ὅτι ὑμεῖς ἐξελέξασθε κύριον λατρεύειν αὐτῷ (Josué 24, 22)

  • καὶ νῦν περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλοτρίους τοὺς ἐν ὑμῖν καὶ εὐθύνατε τὴν καρδίαν ὑμῶν πρὸς κύριον θεὸν Ισραηλ (Josué 24, 23)

  • καὶ εἶπεν ὁ λαὸς πρὸς Ἰησοῦν κυρίῳ λατρεύσομεν καὶ τῆς φωνῆς αὐτοῦ ἀκουσόμεθα (Josué 24, 24)

  • καὶ διέθετο Ἰησοῦς διαθήκην πρὸς τὸν λαὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔδωκεν αὐτῷ νόμον καὶ κρίσιν ἐν Σηλω ἐνώπιον τῆς σκηνῆς τοῦ θεοῦ Ισραηλ (Josué 24, 25)

  • καὶ εἶπεν Ἰησοῦς πρὸς τὸν λαόν ἰδοὺ ὁ λίθος οὗτος ἔσται ἐν ὑμῖν εἰς μαρτύριον ὅτι αὐτὸς ἀκήκοεν πάντα τὰ λεχθέντα αὐτῷ ὑπὸ κυρίου ὅ τι ἐλάλησεν πρὸς ἡμᾶς σήμερον καὶ ἔσται οὗτος ἐν ὑμῖν εἰς μαρτύριον ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἡνίκα ἐὰν ψεύσησθε κυρίῳ τῷ θεῷ μου (Josué 24, 27)

  • καὶ ἔθαψαν αὐτὸν πρὸς τοῖς ὁρίοις τοῦ κλήρου αὐτοῦ ἐν Θαμναθασαχαρα ἐν τῷ ὄρει τῷ Εφραιμ ἀπὸ βορρᾶ τοῦ ὄρους Γαας (31a) ἐκεῖ ἔθηκαν μετ’ αὐτοῦ εἰς τὸ μνῆμα εἰς ὃ ἔθαψαν αὐτὸν ἐκεῖ τὰς μαχαίρας τὰς πετρίνας ἐν αἷς περιέτεμεν τοὺς υἱοὺς Ισραηλ ἐν Γαλγαλοις ὅτε ἐξήγαγεν αὐτοὺς ἐξ Αἰγύπτου καθὰ συνέταξεν αὐτοῖς κύριος καὶ ἐκεῖ εἰσιν ἕως τῆς σήμερον ἡμέρας (Josué 24, 31)

  • καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ἰησοῦ καὶ ἐπηρώτων οἱ υἱοὶ Ισραηλ διὰ τοῦ κυρίου λέγοντες τίς ἀναβήσεται ἡμῖν πρὸς τοὺς Χαναναίους ἀφηγούμενος τοῦ πολεμῆσαι πρὸς αὐτούς (Juízes 1, 1)

  • καὶ εἶπεν Ιουδας τῷ Συμεων ἀδελφῷ αὐτοῦ ἀνάβηθι μετ’ ἐμοῦ ἐν τῷ κλήρῳ μου καὶ παραταξώμεθα πρὸς τοὺς Χαναναίους καὶ πορεύσομαι κἀγὼ μετὰ σοῦ ἐν τῷ κλήρῳ σου καὶ ἐπορεύθη μετ’ αὐτοῦ Συμεων (Juízes 1, 3)

  • καὶ κατέλαβον τὸν Αδωνιβεζεκ ἐν τῇ Βεζεκ καὶ παρετάξαντο πρὸς αὐτὸν καὶ ἔκοψαν τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον (Juízes 1, 5)

  • καὶ μετὰ ταῦτα κατέβησαν οἱ υἱοὶ Ιουδα τοῦ πολεμῆσαι πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα τὴν ὀρεινὴν καὶ τὸν νότον καὶ τὴν πεδινήν (Juízes 1, 9)

  • καὶ ἐπορεύθη Ιουδας πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Χεβρων καὶ ἐξῆλθεν Χεβρων ἐξ ἐναντίας καὶ τὸ ὄνομα ἦν Χεβρων τὸ πρότερον Καριαθαρβοξεφερ καὶ ἐπάταξαν τὸν Σεσσι καὶ Αχινααν καὶ Θολμιν γεννήματα τοῦ Ενακ (Juízes 1, 10)

  • καὶ ἀνέβησαν ἐκεῖθεν πρὸς τοὺς κατοικοῦντας Δαβιρ τὸ δὲ ὄνομα τῆς Δαβιρ ἦν ἔμπροσθεν Καριαθσωφαρ πόλις γραμμάτων (Juízes 1, 11)


"Diga ao Senhor: Faça em mim segundo a Tua vontade, mas antes de mandar-me o sofrimento, dê-me forças para que eu possa sofrer com amor.". São Padre Pio de Pietrelcina