Encontrados 3696 resultados para: Πρὸς
καὶ ἀναγνώσεσθε τὸ βιβλίον τοῦτο ὃ ἀπεστείλαμεν πρὸς ὑμᾶς ἐξαγορεῦσαι ἐν οἴκῳ κυρίου ἐν ἡμέρᾳ ἑορτῆς καὶ ἐν ἡμέραις καιροῦ (Baruc 1, 14)
ἀπὸ τῆς ἡμέρας ἧς ἐξήγαγεν κύριος τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης ἤμεθα ἀπειθοῦντες πρὸς κύριον θεὸν ἡμῶν καὶ ἐσχεδιάζομεν πρὸς τὸ μὴ ἀκούειν τῆς φωνῆς αὐτοῦ (Baruc 1, 19)
καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς κυρίου τοῦ θεοῦ ἡμῶν κατὰ πάντας τοὺς λόγους τῶν προφητῶν ὧν ἀπέστειλεν πρὸς ἡμᾶς (Baruc 1, 21)
καὶ ἐγενήθησαν ὑποκάτω καὶ οὐκ ἐπάνω ὅτι ἡμάρτομεν κυρίῳ θεῷ ἡμῶν πρὸς τὸ μὴ ἀκούειν τῆς φωνῆς αὐτοῦ (Baruc 2, 5)
κύριε παντοκράτωρ ὁ θεὸς Ισραηλ ψυχὴ ἐν στενοῖς καὶ πνεῦμα ἀκηδιῶν κέκραγεν πρὸς σέ (Baruc 3, 1)
οὗτος ὁ θεὸς ἡμῶν οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν (Baruc 3, 36)
ἐπιστρέφου Ιακωβ καὶ ἐπιλαβοῦ αὐτῆς διόδευσον πρὸς τὴν λάμψιν κατέναντι τοῦ φωτὸς αὐτῆς (Baruc 4, 2)
ἐξεδυσάμην τὴν στολὴν τῆς εἰρήνης ἐνεδυσάμην δὲ σάκκον τῆς δεήσεώς μου κεκράξομαι πρὸς τὸν αἰώνιον ἐν ταῖς ἡμέραις μου (Baruc 4, 20)
θαρσεῖτε τέκνα βοήσατε πρὸς τὸν θεόν καὶ ἐξελεῖται ὑμᾶς ἐκ δυναστείας ἐκ χειρὸς ἐχθρῶν (Baruc 4, 21)
θαρσήσατε τέκνα καὶ βοήσατε πρὸς τὸν θεόν ἔσται γὰρ ὑμῶν ὑπὸ τοῦ ἐπάγοντος μνεία (Baruc 4, 27)
περίβλεψαι πρὸς ἀνατολάς Ιερουσαλημ καὶ ἰδὲ τὴν εὐφροσύνην τὴν παρὰ τοῦ θεοῦ σοι ἐρχομένην (Baruc 4, 36)
ἀνάστηθι Ιερουσαλημ καὶ στῆθι ἐπὶ τοῦ ὑψηλοῦ καὶ περίβλεψαι πρὸς ἀνατολὰς καὶ ἰδέ σου συνηγμένα τὰ τέκνα ἀπὸ ἡλίου δυσμῶν ἕως ἀνατολῶν τῷ ῥήματι τοῦ ἁγίου χαίροντας τῇ τοῦ θεοῦ μνείᾳ (Baruc 5, 5)