Encontrados 4171 resultados para: Παρ
Ιουδας δὲ ὁ καὶ Μακκαβαῖος καὶ οἱ σὺν αὐτῷ παρεισπορευόμενοι λεληθότως εἰς τὰς κώμας προσεκαλοῦντο τοὺς συγγενεῖς καὶ τοὺς μεμενηκότας ἐν τῷ Ιουδαϊσμῷ προσλαμβανόμενοι συνήγαγον εἰς ἑξακισχιλίους (II Macabeus 8, 1)
μνησθῆναι δὲ καὶ τῆς τῶν ἀναμαρτήτων νηπίων παρανόμου ἀπωλείας καὶ περὶ τῶν γενομένων εἰς τὸ ὄνομα αὐτοῦ βλασφημιῶν καὶ μισοπονηρῆσαι (II Macabeus 8, 4)
εὐθέως δὲ εἰς τὰς παραθαλασσίους πόλεις ἀπέστειλεν προκαλούμενος ἐπ’ ἀγορασμὸν Ιουδαίων σωμάτων ὑπισχνούμενος ἐνενήκοντα σώματα ταλάντου παραχωρήσειν οὐ προσδεχόμενος τὴν παρὰ τοῦ παντοκράτορος μέλλουσαν παρακολουθήσειν ἐπ’ αὐτῷ δίκην (II Macabeus 8, 11)
τῷ δὲ Ιουδα προσέπεσεν περὶ τῆς τοῦ Νικάνορος ἐφόδου καὶ μεταδόντος τοῖς σὺν αὐτῷ τὴν παρουσίαν τοῦ στρατοπέδου (II Macabeus 8, 12)
συναγαγὼν δὲ ὁ Μακκαβαῖος τοὺς περὶ αὐτὸν ὄντας ἀριθμὸν ἑξακισχιλίους παρεκάλει μὴ καταπλαγῆναι τοῖς πολεμίοις μηδὲ εὐλαβεῖσθαι τὴν τῶν ἀδίκως παραγινομένων ἐπ’ αὐτοὺς ἐθνῶν πολυπλήθειαν ἀγωνίσασθαι δὲ γενναίως (II Macabeus 8, 16)
καὶ τὴν ἐν τῇ Βαβυλωνίᾳ τὴν πρὸς τοὺς Γαλάτας παράταξιν γενομένην ὡς οἱ πάντες ἐπὶ τὴν χρείαν ἦλθον ὀκτακισχίλιοι σὺν Μακεδόσιν τετρακισχιλίοις τῶν Μακεδόνων ἀπορουμένων οἱ ὀκτακισχίλιοι τὰς δώδεκα μυριάδας ἀπώλεσαν διὰ τὴν γινομένην αὐτοῖς ἀπ’ οὐρανοῦ βοήθειαν καὶ ὠφέλειαν πολλὴν ἔλαβον (II Macabeus 8, 20)
ἐφ’ οἷς εὐθαρσεῖς αὐτοὺς παραστήσας καὶ ἑτοίμους ὑπὲρ τῶν νόμων καὶ τῆς πατρίδος ἀποθνῄσκειν τετραμερές τι τὸ στράτευμα ἐποίησεν (II Macabeus 8, 21)
ἔτι δὲ καὶ Ελεαζαρον παραναγνοὺς τὴν ἱερὰν βίβλον καὶ δοὺς σύνθημα θεοῦ βοηθείας τῆς πρώτης σπείρας αὐτὸς προηγούμενος συνέβαλε τῷ Νικάνορι (II Macabeus 8, 23)
τὰ δὲ χρήματα τῶν παραγεγονότων ἐπὶ τὸν ἀγορασμὸν αὐτῶν ἔλαβον συνδιώξαντες δὲ αὐτοὺς ἐφ’ ἱκανὸν ἀνέλυσαν ὑπὸ τῆς ὥρας συγκλειόμενοι (II Macabeus 8, 25)
ἐπαρθεὶς δὲ τῷ θυμῷ ᾤετο καὶ τὴν τῶν πεφυγαδευκότων αὐτὸν κακίαν εἰς τοὺς Ιουδαίους ἐναπερείσασθαι διὸ συνέταξεν τὸν ἁρματηλάτην ἀδιαλείπτως ἐλαύνοντα κατανύειν τὴν πορείαν τῆς ἐξ οὐρανοῦ δὴ κρίσεως συνούσης αὐτῷ οὕτως γὰρ ὑπερηφάνως εἶπεν πολυάνδριον Ιουδαίων Ιεροσόλυμα ποιήσω παραγενόμενος ἐκεῖ (II Macabeus 9, 4)
ὁ δ’ ἄρτι δοκῶν τοῖς τῆς θαλάσσης κύμασιν ἐπιτάσσειν διὰ τὴν ὑπὲρ ἄνθρωπον ἀλαζονείαν καὶ πλάστιγγι τὰ τῶν ὀρέων οἰόμενος ὕψη στήσειν κατὰ γῆν γενόμενος ἐν φορείῳ παρεκομίζετο φανερὰν τοῦ θεοῦ πᾶσιν τὴν δύναμιν ἐνδεικνύμενος (II Macabeus 9, 8)
καὶ τὸν μικρῷ πρότερον τῶν οὐρανίων ἄστρων ἅπτεσθαι δοκοῦντα παρακομίζειν οὐδεὶς ἐδύνατο διὰ τὸ τῆς ὀσμῆς ἀφόρητον βάρος (II Macabeus 9, 10)