Encontrados 922 resultados para: Οὕτως
καὶ ὥρκισεν Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐναντίον κυρίου λέγων ἐπικατάρατος ὁ ἄνθρωπος ὃς οἰκοδομήσει τὴν πόλιν ἐκείνην ἐν τῷ πρωτοτόκῳ αὐτοῦ θεμελιώσει αὐτὴν καὶ ἐν τῷ ἐλαχίστῳ αὐτοῦ ἐπιστήσει τὰς πύλας αὐτῆς καὶ οὕτως ἐποίησεν Οζαν ὁ ἐκ Βαιθηλ ἐν τῷ Αβιρων τῷ πρωτοτόκῳ ἐθεμελίωσεν αὐτὴν καὶ ἐν τῷ ἐλαχίστῳ διασωθέντι ἐπέστησεν τὰς πύλας αὐτῆς (Josué 6, 26)
καὶ ἀπεκρίθη Αχαρ τῷ Ἰησοῖ καὶ εἶπεν ἀληθῶς ἥμαρτον ἐναντίον κυρίου θεοῦ Ισραηλ οὕτως καὶ οὕτως ἐποίησα (Josué 7, 20)
συνήλθοσαν ἐπὶ τὸ αὐτὸ ἐκπολεμῆσαι Ἰησοῦν καὶ Ισραηλ ἅμα πάντες (2a) τότε ᾠκοδόμησεν Ἰησοῦς θυσιαστήριον κυρίῳ τῷ θεῷ Ισραηλ ἐν ὄρει Γαιβαλ (2b) καθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων κυρίου τοῖς υἱοῖς Ισραηλ καθὰ γέγραπται ἐν τῷ νόμῳ Μωυσῆ θυσιαστήριον λίθων ὁλοκλήρων ἐφ’ οὓς οὐκ ἐπεβλήθη σίδηρος καὶ ἀνεβίβασεν ἐκεῖ ὁλοκαυτώματα κυρίῳ καὶ θυσίαν σωτηρίου (2c) καὶ ἔγραψεν Ἰησοῦς ἐπὶ τῶν λίθων τὸ δευτερονόμιον νόμον Μωυσῆ ὃν ἔγραψεν ἐνώπιον υἱῶν Ισραηλ (2d) καὶ πᾶς Ισραηλ καὶ οἱ πρεσβύτεροι αὐτῶν καὶ οἱ δικασταὶ καὶ οἱ γραμματεῖς αὐτῶν παρεπορεύοντο ἔνθεν καὶ ἔνθεν τῆς κιβωτοῦ ἀπέναντι καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἦραν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ ὁ προσήλυτος καὶ ὁ αὐτόχθων οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαριζιν καὶ οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαιβαλ καθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων κυρίου εὐλογῆσαι τὸν λαὸν ἐν πρώτοις (2e) καὶ μετὰ ταῦτα οὕτως ἀνέγνω Ἰησοῦς πάντα τὰ ῥήματα τοῦ νόμου τούτου τὰς εὐλογίας καὶ τὰς κατάρας κατὰ πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσῆ (2f) οὐκ ἦν ῥῆμα ἀπὸ πάντων ὧν ἐνετείλατο Μωυσῆς τῷ Ἰησοῖ ὃ οὐκ ἀνέγνω Ἰησοῦς εἰς τὰ ὦτα πάσης ἐκκλησίας υἱῶν Ισραηλ τοῖς ἀνδράσιν καὶ ταῖς γυναιξὶν καὶ τοῖς παιδίοις καὶ τοῖς προσηλύτοις τοῖς προσπορευομένοις τῷ Ισραηλ (Josué 9, 2)
καὶ ἐποίησαν αὐτοῖς οὕτως καὶ ἐξείλατο αὐτοὺς Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ χειρῶν υἱῶν Ισραηλ καὶ οὐκ ἀνεῖλον αὐτούς (Josué 9, 26)
ὡς δὲ ἤκουσεν Αδωνιβεζεκ βασιλεὺς Ιερουσαλημ ὅτι ἔλαβεν Ἰησοῦς τὴν Γαι καὶ ἐξωλέθρευσεν αὐτήν ὃν τρόπον ἐποίησαν τὴν Ιεριχω καὶ τὸν βασιλέα αὐτῆς οὕτως ἐποίησαν τὴν Γαι καὶ τὸν βασιλέα αὐτῆς καὶ ὅτι αὐτομόλησαν οἱ κατοικοῦντες Γαβαων πρὸς Ἰησοῦν καὶ πρὸς Ισραηλ (Josué 10, 1)
καὶ εἶπεν πρὸς αὐτοὺς Ἰησοῦς μὴ φοβηθῆτε αὐτοὺς μηδὲ δειλιάσητε ἀνδρίζεσθε καὶ ἰσχύετε ὅτι οὕτως ποιήσει κύριος πᾶσι τοῖς ἐχθροῖς ὑμῶν οὓς ὑμεῖς καταπολεμεῖτε αὐτούς (Josué 10, 25)
ἔλαβον αὐτὴν καὶ τὸν βασιλέα αὐτῆς καὶ τὰς κώμας αὐτῆς καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλέθρευσαν αὐτὴν καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ καὶ οὐ κατέλιπον αὐτῇ οὐδένα διασεσῳσμένον ὃν τρόπον ἐποίησαν τὴν Χεβρων καὶ τῷ βασιλεῖ αὐτῆς οὕτως ἐποίησαν τῇ Δαβιρ καὶ τῷ βασιλεῖ αὐτῆς (Josué 10, 39)
ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ τῷ παιδὶ αὐτοῦ καὶ Μωυσῆς ὡσαύτως ἐνετείλατο τῷ Ἰησοῖ καὶ οὕτως ἐποίησεν Ἰησοῦς οὐ παρέβη οὐδὲν ἀπὸ πάντων ὧν συνέταξεν αὐτῷ Μωυσῆς (Josué 11, 15)
ὃν τρόπον ἐνετείλατο κύριος τῷ Μωυσῇ οὕτως ἐποίησαν οἱ υἱοὶ Ισραηλ καὶ ἐμέρισαν τὴν γῆν (Josué 14, 5)
καὶ εἴπαμεν ποιῆσαι οὕτως τοῦ οἰκοδομῆσαι τὸν βωμὸν τοῦτον οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσιῶν (Josué 22, 26)
καὶ ἔσται ὃν τρόπον ἥκει ἐφ’ ὑμᾶς πάντα τὰ ῥήματα τὰ καλά ἃ ἐλάλησεν κύριος πρὸς ὑμᾶς οὕτως ἐπάξει κύριος ὁ θεὸς ἐφ’ ὑμᾶς πάντα τὰ ῥήματα τὰ πονηρά ἕως ἂν ἐξολεθρεύσῃ ὑμᾶς ἀπὸ τῆς γῆς τῆς ἀγαθῆς ταύτης ἧς ἔδωκεν κύριος ὑμῖν (Josué 23, 15)
καὶ εἶπεν Αδωνιβεζεκ ἑβδομήκοντα βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν αὐτῶν καὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου καθὼς οὖν ἐποίησα οὕτως ἀνταπέδωκέν μοι ὁ θεός καὶ ἄγουσιν αὐτὸν εἰς Ιερουσαλημ καὶ ἀπέθανεν ἐκεῖ (Juízes 1, 7)