Encontrados 30029 resultados para: Οὐ
οὐ μωϊσῆς δέδωκεν ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. τί με ζητεῖτε ἀποκτεῖναι; (São João 7, 19)
ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτοῖς, ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε. (São João 7, 21)
διὰ τοῦτο μωϊσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν _ οὐχ ὅτι ἐκ τοῦ μωϊσέως ἐστὶν ἀλλ᾽ ἐκ τῶν πατέρων _ καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. (São João 7, 22)
ἔλεγον οὗν τινες ἐκ τῶν ἱεροσολυμιτῶν, οὐχ οὖτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; (São João 7, 25)
καὶ ἴδε παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῶ λέγουσιν. μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὖτός ἐστιν ὁ χριστός; (São João 7, 26)
ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηται οὐδεὶς γινώσκει πόθεν ἐστίν. (São João 7, 27)
ἔκραξεν οὗν ἐν τῶ ἱερῶ διδάσκων ὁ ἰησοῦς καὶ λέγων, κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ᾽ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ᾽ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε· (São João 7, 28)
ἐγὼ οἶδα αὐτόν, ὅτι παρ᾽ αὐτοῦ εἰμι κἀκεῖνός με ἀπέστειλεν. (São João 7, 29)
ἐζήτουν οὗν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. (São João 7, 30)
ἐκ τοῦ ὄχλου δὲ πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, καὶ ἔλεγον, ὁ χριστὸς ὅταν ἔλθῃ μὴ πλείονα σημεῖα ποιήσει ὧν οὖτος ἐποίησεν; (São João 7, 31)
ἤκουσαν οἱ φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα, καὶ ἀπέστειλαν οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι ὑπηρέτας ἵνα πιάσωσιν αὐτόν. (São João 7, 32)
εἶπεν οὗν ὁ ἰησοῦς, ἔτι χρόνον μικρὸν μεθ᾽ ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. (São João 7, 33)