Mosaico decorativo

Encontrados 30029 resultados para: Οὐ

  • εἰ γὰρ ἐπιστεύετε μωϊσεῖ, ἐπιστεύετε ἂν ἐμοί, περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν. (São João 5, 46)

  • εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασιν πιστεύσετε; (São João 5, 47)

  • μετὰ ταῦτα ἀπῆλθεν ὁ ἰησοῦς πέραν τῆς θαλάσσης τῆς γαλιλαίας τῆς τιβεριάδος. (São João 6, 1)

  • ἠκολούθει δὲ αὐτῶ ὄχλος πολύς, ὅτι ἐθεώρουν τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων. (São João 6, 2)

  • ἀνῆλθεν δὲ εἰς τὸ ὄρος ἰησοῦς, καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ. (São João 6, 3)

  • ἦν δὲ ἐγγὺς τὸ πάσχα, ἡ ἑορτὴ τῶν ἰουδαίων. (São João 6, 4)

  • ἐπάρας οὗν τοὺς ὀφθαλμοὺς ὁ ἰησοῦς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν λέγει πρὸς φίλιππον, πόθεν ἀγοράσωμεν ἄρτους ἵνα φάγωσιν οὖτοι; (São João 6, 5)

  • τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν, αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν. (São João 6, 6)

  • ἀπεκρίθη αὐτῶ [ὁ] φίλιππος, διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἕκαστος βραχύ [τι] λάβῃ. (São João 6, 7)

  • λέγει αὐτῶ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, ἀνδρέας ὁ ἀδελφὸς σίμωνος πέτρου, (São João 6, 8)

  • ἔστιν παιδάριον ὧδε ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; (São João 6, 9)

  • εἶπεν ὁ ἰησοῦς, ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν. ἦν δὲ χόρτος πολὺς ἐν τῶ τόπῳ. ἀνέπεσαν οὗν οἱ ἄνδρες τὸν ἀριθμὸν ὡς πεντακισχίλιοι. (São João 6, 10)


"Quanto mais se caminha na vida espiritual, mais se sente a paz que se apossa de nós." São Padre Pio de Pietrelcina