Encontrados 30029 resultados para: Οὐ
καὶ ἐρεῖτε τῶ οἰκοδεσπότῃ τῆς οἰκίας, λέγει σοι ὁ διδάσκαλος, ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; (São Lucas 22, 11)
καὶ εἶπεν πρὸς αὐτούς, ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ᾽ ὑμῶν πρὸ τοῦ με παθεῖν· (São Lucas 22, 15)
λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ φάγω αὐτὸ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. (São Lucas 22, 16)
καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν, λάβετε τοῦτο καὶ διαμερίσατε εἰς ἑαυτούς· (São Lucas 22, 17)
λέγω γὰρ ὑμῖν [ὅτι] οὐ μὴ πίω ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως οὖ ἡ βασιλεία τοῦ θεοῦ ἔλθῃ. (São Lucas 22, 18)
καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων, τοῦτό ἐστιν τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. (São Lucas 22, 19)
καὶ τὸ ποτήριον ὡσαύτως μετὰ τὸ δειπνῆσαι, λέγων, τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῶ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον. (São Lucas 22, 20)
πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ᾽ ἐμοῦ ἐπὶ τῆς τραπέζης· (São Lucas 22, 21)
ὅτι ὁ υἱὸς μὲν τοῦ ἀνθρώπου κατὰ τὸ ὡρισμένον πορεύεται, πλὴν οὐαὶ τῶ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὖ παραδίδοται. (São Lucas 22, 22)
καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν. (São Lucas 22, 23)
ὁ δὲ εἶπεν αὐτοῖς, οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. (São Lucas 22, 25)
ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλ᾽ ὁ μείζων ἐν ὑμῖν γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν. (São Lucas 22, 26)