Mosaico decorativo

Encontrados 30029 resultados para: Οὐ

  • καὶ ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη πνεύματος ἁγίου καὶ ἐπροφήτευσεν λέγων, (São Lucas 1, 67)

  • εὐλογητὸς κύριος ὁ θεὸς τοῦ ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῶ λαῶ αὐτοῦ, (São Lucas 1, 68)

  • καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ δαυὶδ παιδὸς αὐτοῦ, (São Lucas 1, 69)

  • καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων ἀπ᾽ αἰῶνος προφητῶν αὐτοῦ, (São Lucas 1, 70)

  • σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς· (São Lucas 1, 71)

  • ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ, (São Lucas 1, 72)

  • ὅρκον ὃν ὤμοσεν πρὸς ἀβραὰμ τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν (São Lucas 1, 73)

  • ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσαις ταῖς ἡμέραις ἡμῶν. (São Lucas 1, 75)

  • καὶ σὺ δέ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ, προπορεύσῃ γὰρ ἐνώπιον κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ, (São Lucas 1, 76)

  • τοῦ δοῦναι γνῶσιν σωτηρίας τῶ λαῶ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν, (São Lucas 1, 77)

  • διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν, ἐν οἷς ἐπισκέψεται ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, (São Lucas 1, 78)

  • ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης. (São Lucas 1, 79)


"Procuremos servir ao Senhor com todo o coração e com toda a vontade." São Padre Pio de Pietrelcina