Mosaico decorativo

Encontrados 30029 resultados para: Οὐ

  • ἤκουσεν δὲ Ιοθορ ὁ ἱερεὺς Μαδιαμ ὁ γαμβρὸς Μωυσῆ πάντα ὅσα ἐποίησεν κύριος Ισραηλ τῷ ἑαυτοῦ λαῷ ἐξήγαγεν γὰρ κύριος τὸν Ισραηλ ἐξ Αἰγύπτου (Êxodo 18, 1)

  • καὶ τοὺς δύο υἱοὺς αὐτοῦ ὄνομα τῷ ἑνὶ αὐτῶν Γηρσαμ λέγων πάροικος ἤμην ἐν γῇ ἀλλοτρίᾳ (Êxodo 18, 3)

  • καὶ τὸ ὄνομα τοῦ δευτέρου Ελιεζερ λέγων ὁ γὰρ θεὸς τοῦ πατρός μου βοηθός μου καὶ ἐξείλατό με ἐκ χειρὸς Φαραω (Êxodo 18, 4)

  • καὶ ἐξῆλθεν Ιοθορ ὁ γαμβρὸς Μωυσῆ καὶ οἱ υἱοὶ καὶ ἡ γυνὴ πρὸς Μωυσῆν εἰς τὴν ἔρημον οὗ παρενέβαλεν ἐπ’ ὄρους τοῦ θεοῦ (Êxodo 18, 5)

  • ἀνηγγέλη δὲ Μωυσεῖ λέγοντες ἰδοὺ ὁ γαμβρός σου Ιοθορ παραγίνεται πρὸς σέ καὶ ἡ γυνὴ καὶ οἱ δύο υἱοί σου μετ’ αὐτοῦ (Êxodo 18, 6)

  • ἐξῆλθεν δὲ Μωυσῆς εἰς συνάντησιν τῷ γαμβρῷ αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ καὶ ἐφίλησεν αὐτόν καὶ ἠσπάσαντο ἀλλήλους καὶ εἰσήγαγεν αὐτὸν εἰς τὴν σκηνήν (Êxodo 18, 7)

  • καὶ διηγήσατο Μωυσῆς τῷ γαμβρῷ πάντα ὅσα ἐποίησεν κύριος τῷ Φαραω καὶ τοῖς Αἰγυπτίοις ἕνεκεν τοῦ Ισραηλ καὶ πάντα τὸν μόχθον τὸν γενόμενον αὐτοῖς ἐν τῇ ὁδῷ καὶ ὅτι ἐξείλατο αὐτοὺς κύριος ἐκ χειρὸς Φαραω καὶ ἐκ χειρὸς τῶν Αἰγυπτίων (Êxodo 18, 8)

  • ἐξέστη δὲ Ιοθορ ἐπὶ πᾶσι τοῖς ἀγαθοῖς οἷς ἐποίησεν αὐτοῖς κύριος ὅτι ἐξείλατο αὐτοὺς ἐκ χειρὸς Αἰγυπτίων καὶ ἐκ χειρὸς Φαραω (Êxodo 18, 9)

  • καὶ εἶπεν Ιοθορ εὐλογητὸς κύριος ὅτι ἐξείλατο τὸν λαὸν αὐτοῦ ἐκ χειρὸς Αἰγυπτίων καὶ ἐκ χειρὸς Φαραω (Êxodo 18, 10)

  • νῦν ἔγνων ὅτι μέγας κύριος παρὰ πάντας τοὺς θεούς ἕνεκεν τούτου ὅτι ἐπέθεντο αὐτοῖς (Êxodo 18, 11)

  • καὶ ἔλαβεν Ιοθορ ὁ γαμβρὸς Μωυσῆ ὁλοκαυτώματα καὶ θυσίας τῷ θεῷ παρεγένετο δὲ Ααρων καὶ πάντες οἱ πρεσβύτεροι Ισραηλ συμφαγεῖν ἄρτον μετὰ τοῦ γαμβροῦ Μωυσῆ ἐναντίον τοῦ θεοῦ (Êxodo 18, 12)

  • καὶ ἰδὼν Ιοθορ πάντα ὅσα ἐποίει τῷ λαῷ λέγει τί τοῦτο ὃ σὺ ποιεῖς τῷ λαῷ διὰ τί σὺ κάθησαι μόνος πᾶς δὲ ὁ λαὸς παρέστηκέν σοι ἀπὸ πρωίθεν ἕως δείλης (Êxodo 18, 14)


"Não sejamos mesquinhos com Deus que tanto nos enriquece." São Padre Pio de Pietrelcina