Encontrados 17880 resultados para: Οἱ
τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ᾽ αὐτὸν ὅλην τὴν σπεῖραν. (São Mateus 27, 27)
ἐξερχόμενοι δὲ εὖρον ἄνθρωπον κυρηναῖον ὀνόματι σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. (São Mateus 27, 32)
ἔδωκαν αὐτῶ πιεῖν οἶνον μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἠθέλησεν πιεῖν. (São Mateus 27, 34)
καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. (São Mateus 27, 36)
οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν (São Mateus 27, 39)
καὶ λέγοντες, ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν, εἰ υἱὸς εἶ τοῦ θεοῦ, [καὶ] κατάβηθι ἀπὸ τοῦ σταυροῦ. (São Mateus 27, 40)
ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων ἔλεγον, (São Mateus 27, 41)
πέποιθεν ἐπὶ τὸν θεόν, ῥυσάσθω νῦν εἰ θέλει αὐτόν· εἶπεν γὰρ ὅτι θεοῦ εἰμι υἱός. (São Mateus 27, 43)
τὸ δ᾽ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες σὺν αὐτῶ ὠνείδιζον αὐτόν. (São Mateus 27, 44)
οἱ δὲ λοιποὶ ἔλεγον, ἄφες ἴδωμεν εἰ ἔρχεται ἠλίας σώσων αὐτόν. (São Mateus 27, 49)
καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθησαν, (São Mateus 27, 52)
καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς. (São Mateus 27, 53)