Encontrados 5241 resultados para: Μου
κύριος ἡ μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί (Salmos 15, 5)
σχοινία ἐπέπεσάν μοι ἐν τοῖς κρατίστοις καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοί ἐστιν (Salmos 15, 6)
εὐλογήσω τὸν κύριον τὸν συνετίσαντά με ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου (Salmos 15, 7)
προωρώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ (Salmos 15, 8)
διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ’ ἐλπίδι (Salmos 15, 9)
ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν (Salmos 15, 10)
Gr. Psalm 16 (Heb. 17) προσευχὴ τοῦ Δαυιδ εἰσάκουσον κύριε τῆς δικαιοσύνης μου πρόσχες τῇ δεήσει μου ἐνώτισαι τῆς προσευχῆς μου οὐκ ἐν χείλεσιν δολίοις (Salmos 16, 1)
ἐκ προσώπου σου τὸ κρίμα μου ἐξέλθοι οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας (Salmos 16, 2)
ἐδοκίμασας τὴν καρδίαν μου ἐπεσκέψω νυκτός ἐπύρωσάς με καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία (Salmos 16, 3)
ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς (Salmos 16, 4)
κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου ἵνα μὴ σαλευθῶσιν τὰ διαβήματά μου (Salmos 16, 5)
ἐγὼ ἐκέκραξα ὅτι ἐπήκουσάς μου ὁ θεός κλῖνον τὸ οὖς σου ἐμοὶ καὶ εἰσάκουσον τῶν ῥημάτων μου (Salmos 16, 6)