Mosaico decorativo

Encontrados 3104 resultados para: Κύριος

  • καὶ ἐλάλησεν κύριος τῷ Ἰησοῖ λέγων (Josué 20, 1)

  • καὶ εἶπον πρὸς αὐτοὺς ἐν Σηλω ἐν γῇ Χανααν λέγοντες ἐνετείλατο κύριος ἐν χειρὶ Μωυσῆ δοῦναι ἡμῖν πόλεις κατοικεῖν καὶ τὰ περισπόρια τοῖς κτήνεσιν ἡμῶν (Josué 21, 2)

  • καὶ ἔδωκαν οἱ υἱοὶ Ισραηλ τοῖς Λευίταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν ὃν τρόπον ἐνετείλατο κύριος τῷ Μωυσῇ κληρωτί (Josué 21, 8)

  • καὶ ἔδωκεν κύριος τῷ Ισραηλ πᾶσαν τὴν γῆν ἣν ὤμοσεν δοῦναι τοῖς πατράσιν αὐτῶν καὶ κατεκληρονόμησαν αὐτὴν καὶ κατῴκησαν ἐν αὐτῇ (Josué 21, 43)

  • καὶ κατέπαυσεν αὐτοὺς κύριος κυκλόθεν καθότι ὤμοσεν τοῖς πατράσιν αὐτῶν οὐκ ἀνέστη οὐθεὶς κατενώπιον αὐτῶν ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτῶν πάντας τοὺς ἐχθροὺς αὐτῶν παρέδωκεν κύριος εἰς τὰς χεῖρας αὐτῶν (Josué 21, 44)

  • οὐ διέπεσεν ἀπὸ πάντων τῶν ῥημάτων τῶν καλῶν ὧν ἐλάλησεν κύριος τοῖς υἱοῖς Ισραηλ πάντα παρεγένετο (Josué 21, 45)

  • νῦν δὲ κατέπαυσεν κύριος ὁ θεὸς ἡμῶν τοὺς ἀδελφοὺς ἡμῶν ὃν τρόπον εἶπεν αὐτοῖς νῦν οὖν ἀποστραφέντες ἀπέλθατε εἰς τοὺς οἴκους ὑμῶν καὶ εἰς τὴν γῆν τῆς κατασχέσεως ὑμῶν ἣν ἔδωκεν ὑμῖν Μωυσῆς ἐν τῷ πέραν τοῦ Ιορδάνου (Josué 22, 4)

  • ὁ θεὸς θεός ἐστιν κύριος καὶ ὁ θεὸς θεὸς κύριος αὐτὸς οἶδεν καὶ Ισραηλ αὐτὸς γνώσεται εἰ ἐν ἀποστασίᾳ ἐπλημμελήσαμεν ἔναντι τοῦ κυρίου μὴ ῥύσαιτο ἡμᾶς ἐν ταύτῃ (Josué 22, 22)

  • καὶ εἰ ᾠκοδομήσαμεν αὑτοῖς βωμὸν ὥστε ἀποστῆναι ἀπὸ κυρίου τοῦ θεοῦ ἡμῶν ὥστε ἀναβιβάσαι ἐπ’ αὐτὸν θυσίαν ὁλοκαυτωμάτων ἢ ὥστε ποιῆσαι ἐπ’ αὐτοῦ θυσίαν σωτηρίου κύριος ἐκζητήσει (Josué 22, 23)

  • καὶ ὅρια ἔθηκεν κύριος ἀνὰ μέσον ἡμῶν καὶ ὑμῶν τὸν Ιορδάνην καὶ οὐκ ἔστιν ὑμῖν μερὶς κυρίου καὶ ἀπαλλοτριώσουσιν οἱ υἱοὶ ὑμῶν τοὺς υἱοὺς ἡμῶν ἵνα μὴ σέβωνται κύριον (Josué 22, 25)

  • καὶ εἶπεν Φινεες ὁ ἱερεὺς τοῖς υἱοῖς Ρουβην καὶ τοῖς υἱοῖς Γαδ καὶ τῷ ἡμίσει φυλῆς Μανασση σήμερον ἐγνώκαμεν ὅτι μεθ’ ἡμῶν κύριος διότι οὐκ ἐπλημμελήσατε ἐναντίον κυρίου πλημμέλειαν καὶ ὅτι ἐρρύσασθε τοὺς υἱοὺς Ισραηλ ἐκ χειρὸς κυρίου (Josué 22, 31)

  • καὶ ἐπωνόμασεν Ἰησοῦς τὸν βωμὸν τῶν Ρουβην καὶ τῶν Γαδ καὶ τοῦ ἡμίσους φυλῆς Μανασση καὶ εἶπεν ὅτι μαρτύριόν ἐστιν ἀνὰ μέσον αὐτῶν ὅτι κύριος ὁ θεὸς αὐτῶν ἐστιν (Josué 22, 34)


"Nunca se canse de rezar e de ensinar a rezar." São Padre Pio de Pietrelcina