Encontrados 2170 resultados para: Κυρίου
δότω ἡμῖν ἑπτὰ ἄνδρας ἐκ τῶν υἱῶν αὐτοῦ καὶ ἐξηλιάσωμεν αὐτοὺς τῷ κυρίῳ ἐν Γαβαων Σαουλ ἐκλεκτοὺς κυρίου καὶ εἶπεν ὁ βασιλεύς ἐγὼ δώσω (II Samuel 21, 6)
καὶ ἐφείσατο ὁ βασιλεὺς ἐπὶ Μεμφιβοσθε υἱὸν Ιωναθαν υἱοῦ Σαουλ διὰ τὸν ὅρκον κυρίου τὸν ἀνὰ μέσον αὐτῶν ἀνὰ μέσον Δαυιδ καὶ ἀνὰ μέσον Ιωναθαν υἱοῦ Σαουλ (II Samuel 21, 7)
καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τῶν Γαβαωνιτῶν καὶ ἐξηλίασαν αὐτοὺς ἐν τῷ ὄρει ἔναντι κυρίου καὶ ἔπεσαν οἱ ἑπτὰ αὐτοὶ ἐπὶ τὸ αὐτό καὶ αὐτοὶ δὲ ἐθανατώθησαν ἐν ἡμέραις θερισμοῦ ἐν πρώτοις ἐν ἀρχῇ θερισμοῦ κριθῶν (II Samuel 21, 9)
καὶ ὤφθησαν ἀφέσεις θαλάσσης καὶ ἀπεκαλύφθη θεμέλια τῆς οἰκουμένης ἐν τῇ ἐπιτιμήσει κυρίου ἀπὸ πνοῆς πνεύματος θυμοῦ αὐτοῦ (II Samuel 22, 16)
ὅτι ἐφύλαξα ὁδοὺς κυρίου καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ θεοῦ μου (II Samuel 22, 22)
ὁ ἰσχυρός ἄμωμος ἡ ὁδὸς αὐτοῦ τὸ ῥῆμα κυρίου κραταιόν πεπυρωμένον ὑπερασπιστής ἐστιν πᾶσιν τοῖς πεποιθόσιν ἐπ’ αὐτῷ (II Samuel 22, 31)
τίς ἰσχυρὸς πλὴν κυρίου καὶ τίς κτίστης ἔσται πλὴν τοῦ θεοῦ ἡμῶν (II Samuel 22, 32)
πνεῦμα κυρίου ἐλάλησεν ἐν ἐμοί καὶ ὁ λόγος αὐτοῦ ἐπὶ γλώσσης μου (II Samuel 23, 2)
καὶ προσέθετο ὀργὴ κυρίου ἐκκαῆναι ἐν Ισραηλ καὶ ἐπέσεισεν τὸν Δαυιδ ἐν αὐτοῖς λέγων βάδιζε ἀρίθμησον τὸν Ισραηλ καὶ τὸν Ιουδα (II Samuel 24, 1)
καὶ εἶπεν Ιωαβ πρὸς τὸν βασιλέα καὶ προσθείη κύριος ὁ θεός σου πρὸς τὸν λαὸν ὥσπερ αὐτοὺς καὶ ὥσπερ αὐτοὺς ἑκατονταπλασίονα καὶ ὀφθαλμοὶ τοῦ κυρίου μου τοῦ βασιλέως ὁρῶντες καὶ ὁ κύριός μου ὁ βασιλεὺς ἵνα τί βούλεται ἐν τῷ λόγῳ τούτῳ (II Samuel 24, 3)
καὶ ἀνέστη Δαυιδ τὸ πρωί καὶ λόγος κυρίου ἐγένετο πρὸς Γαδ τὸν προφήτην τὸν ὁρῶντα Δαυιδ λέγων (II Samuel 24, 11)
καὶ εἶπεν Δαυιδ πρὸς Γαδ στενά μοι πάντοθεν σφόδρα ἐστίν ἐμπεσοῦμαι δὴ ἐν χειρὶ κυρίου ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα εἰς δὲ χεῖρας ἀνθρώπου οὐ μὴ ἐμπέσω καὶ ἐξελέξατο ἑαυτῷ Δαυιδ τὸν θάνατον (II Samuel 24, 14)