Encontrados 49 resultados para: Κιβωτός της διαθήκης

  • καὶ ἐκάθισεν ἡ κιβωτὸς τοῦ κυρίου εἰς οἶκον Αβεδδαρα τοῦ Γεθθαίου μῆνας τρεῖς καὶ εὐλόγησεν κύριος ὅλον τὸν οἶκον Αβεδδαρα καὶ πάντα τὰ αὐτοῦ (II Samuel 6, 11)

  • καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ναθαν τὸν προφήτην ἰδοὺ δὴ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ καὶ ἡ κιβωτὸς τοῦ θεοῦ κάθηται ἐν μέσῳ τῆς σκηνῆς (II Samuel 7, 2)

  • καὶ εἶπεν Ουριας πρὸς Δαυιδ ἡ κιβωτὸς καὶ Ισραηλ καὶ Ιουδας κατοικοῦσιν ἐν σκηναῖς καὶ ὁ κύριός μου Ιωαβ καὶ οἱ δοῦλοι τοῦ κυρίου μου ἐπὶ πρόσωπον τοῦ ἀγροῦ παρεμβάλλουσιν καὶ ἐγὼ εἰσελεύσομαι εἰς τὸν οἶκόν μου φαγεῖν καὶ πιεῖν καὶ κοιμηθῆναι μετὰ τῆς γυναικός μου πῶς ζῇ ἡ ψυχή σου εἰ ποιήσω τὸ ῥῆμα τοῦτο (II Samuel 11, 11)

  • καὶ ἐκάθισεν ἡ κιβωτὸς τοῦ θεοῦ ἐν οἴκῳ Αβεδδαρα τρεῖς μῆνας καὶ εὐλόγησεν ὁ θεὸς Αβεδδαραμ καὶ πάντα τὰ αὐτοῦ (I Crônicas 13, 14)

  • καὶ ἐγένετο κιβωτὸς διαθήκης κυρίου καὶ ἦλθεν ἕως πόλεως Δαυιδ καὶ Μελχολ θυγάτηρ Σαουλ παρέκυψεν διὰ τῆς θυρίδος καὶ εἶδεν τὸν βασιλέα Δαυιδ ὀρχούμενον καὶ παίζοντα καὶ ἐξουδένωσεν αὐτὸν ἐν τῇ ψυχῇ αὐτῆς (I Crônicas 15, 29)

  • καὶ ἐγένετο ὡς κατῴκησεν Δαυιδ ἐν οἴκῳ αὐτοῦ καὶ εἶπεν Δαυιδ πρὸς Ναθαν τὸν προφήτην ἰδοὺ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ καὶ ἡ κιβωτὸς διαθήκης κυρίου ὑποκάτω δέρρεων (I Crônicas 17, 1)

  • καὶ νῦν ἀνάστηθι κύριε ὁ θεός εἰς τὴν κατάπαυσίν σου σὺ καὶ ἡ κιβωτὸς τῆς ἰσχύος σου οἱ ἱερεῖς σου κύριε ὁ θεός ἐνδύσαιντο σωτηρίαν καὶ οἱ υἱοί σου εὐφρανθήτωσαν ἐν ἀγαθοῖς (II Crônicas 6, 41)

  • καὶ τὴν θυγατέρα Φαραω Σαλωμων ἀνήγαγεν ἐκ πόλεως Δαυιδ εἰς τὸν οἶκον ὃν ᾠκοδόμησεν αὐτῇ ὅτι εἶπεν οὐ κατοικήσει ἡ γυνή μου ἐν πόλει Δαυιδ τοῦ βασιλέως Ισραηλ ὅτι ἅγιός ἐστιν οὗ εἰσῆλθεν ἐκεῖ κιβωτὸς κυρίου (II Crônicas 8, 11)

  • ἀνάστηθι κύριε εἰς τὴν ἀνάπαυσίν σου σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου (Salmos 131, 8)

  • καὶ ἔσται ἐὰν πληθυνθῆτε καὶ αὐξηθῆτε ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις λέγει κύριος οὐκ ἐροῦσιν ἔτι κιβωτὸς διαθήκης ἁγίου Ισραηλ οὐκ ἀναβήσεται ἐπὶ καρδίαν οὐκ ὀνομασθήσεται οὐδὲ ἐπισκεφθήσεται καὶ οὐ ποιηθήσεται ἔτι (Jeremias 3, 16)

  • τοῦτο γάρ ἐστιν τὸ αἷμά μου τῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυννόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. (São Mateus 26, 28)

  • καὶ εἶπεν αὐτοῖς, τοῦτό ἐστιν τὸ αἷμά μου τῆς διαθήκης τὸ ἐκχυννόμενον ὑπὲρ πολλῶν· (São Marcos 14, 24)


“Faltar com a caridade¨¦ como ferir a pupila dos olhos de Deus.” São Padre Pio de Pietrelcina