Mosaico decorativo

Encontrados 27855 resultados para: Καὶ

  • ἐκ τῶν υἱῶν Ασγαθ Ιωανης Ακαταν καὶ μετ’ αὐτοῦ ἄνδρες ἑκατὸν δέκα (Esdras 8, 38)

  • ἐκ τῶν υἱῶν Αδωνικαμ οἱ ἔσχατοι καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν Ελιφαλατος Ιεουηλ καὶ Σαμαιας καὶ μετ’ αὐτῶν ἄνδρες ἑβδομήκοντα (Esdras 8, 39)

  • ἐκ τῶν υἱῶν Βαγο Ουθι ὁ τοῦ Ισταλκουρου καὶ μετ’ αὐτοῦ ἄνδρες ἑβδομήκοντα (Esdras 8, 40)

  • καὶ συνήγαγον αὐτοὺς ἐπὶ τὸν λεγόμενον Θεραν ποταμόν καὶ παρενεβάλομεν αὐτόθι ἡμέρας τρεῖς καὶ κατέμαθον αὐτούς (Esdras 8, 41)

  • καὶ ἐκ τῶν υἱῶν τῶν ἱερέων καὶ ἐκ τῶν Λευιτῶν οὐχ εὑρὼν ἐκεῖ (Esdras 8, 42)

  • ἀπέστειλα πρὸς Ελεαζαρον καὶ Ιδουηλον καὶ Μαασμαν καὶ Ελναταν καὶ Σαμαιαν καὶ Ιωριβον Ναθαν Ενναταν Ζαχαριαν καὶ Μεσολαμον τοὺς ἡγουμένους καὶ ἐπιστήμονας (Esdras 8, 43)

  • καὶ εἶπα αὐτοῖς ἐλθεῖν πρὸς Αδδαιον τὸν ἡγούμενον τὸν ἐν τῷ τόπῳ τοῦ γαζοφυλακίου (Esdras 8, 44)

  • ἐντειλάμενος αὐτοῖς διαλεγῆναι Αδδαιω καὶ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ τοῖς ἐν τῷ τόπῳ γαζοφύλαξιν ἀποστεῖλαι ἡμῖν τοὺς ἱερατεύσοντας ἐν τῷ οἴκῳ τοῦ κυρίου ἡμῶν (Esdras 8, 45)

  • καὶ ἤγαγον ἡμῖν κατὰ τὴν κραταιὰν χεῖρα τοῦ κυρίου ἡμῶν ἄνδρας ἐπιστήμονας τῶν υἱῶν Μοολι τοῦ Λευι τοῦ Ισραηλ Ασεβηβιαν καὶ τοὺς υἱοὺς καὶ τοὺς ἀδελφούς δέκα ὀκτώ (Esdras 8, 46)

  • καὶ Ασεβιαν καὶ Αννουνον καὶ Ωσαιαν ἀδελφὸν ἐκ τῶν υἱῶν Χανουναιου καὶ οἱ υἱοὶ αὐτῶν ἄνδρες εἴκοσι (Esdras 8, 47)

  • καὶ ἐκ τῶν ἱεροδούλων ὧν ἔδωκεν Δαυιδ καὶ οἱ ἡγούμενοι εἰς τὴν ἐργασίαν τῶν Λευιτῶν ἱερόδουλοι διακόσιοι εἴκοσι πάντων ἐσημάνθη ἡ ὀνοματογραφία (Esdras 8, 48)

  • καὶ εὐξάμην ἐκεῖ νηστείαν τοῖς νεανίσκοις ἔναντι τοῦ κυρίου ἡμῶν (Esdras 8, 49)


"A caridade é o metro com o qual o Senhor nos julgará." São Padre Pio de Pietrelcina