Encontrados 27855 resultados para: Καὶ
αἱ γυναῖκες ἐγέννησαν τὸν βασιλέα καὶ πάντα τὸν λαόν ὃς κυριεύει τῆς θαλάσσης καὶ τῆς γῆς (Esdras 4, 15)
καὶ ἐξ αὐτῶν ἐγένοντο καὶ αὗται ἐξέθρεψαν αὐτοὺς τοὺς φυτεύοντας τοὺς ἀμπελῶνας ἐξ ὧν ὁ οἶνος γίνεται (Esdras 4, 16)
καὶ αὗται ποιοῦσιν τὰς στολὰς τῶν ἀνθρώπων καὶ αὗται ποιοῦσιν δόξαν τοῖς ἀνθρώποις καὶ οὐ δύνανται οἱ ἄνθρωποι εἶναι χωρὶς τῶν γυναικῶν (Esdras 4, 17)
ἐὰν δὲ συναγάγωσιν χρυσίον καὶ ἀργύριον καὶ πᾶν πρᾶγμα ὡραῖον καὶ ἴδωσιν γυναῖκα μίαν καλὴν τῷ εἴδει καὶ τῷ κάλλει (Esdras 4, 18)
καὶ ταῦτα πάντα ἀφέντες εἰς αὐτὴν ἐγκέχηναν καὶ χάσκοντες τὸ στόμα θεωροῦσιν αὐτήν καὶ πάντες αὐτὴν αἱρετίζουσιν μᾶλλον ἢ τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πᾶν πρᾶγμα ὡραῖον (Esdras 4, 19)
ἄνθρωπος τὸν ἑαυτοῦ πατέρα ἐγκαταλείπει ὃς ἐξέθρεψεν αὐτόν καὶ τὴν ἰδίαν χώραν καὶ πρὸς τὴν ἰδίαν γυναῖκα κολλᾶται (Esdras 4, 20)
καὶ μετὰ τῆς γυναικὸς ἀφίησι τὴν ψυχὴν καὶ οὔτε τὸν πατέρα μέμνηται οὔτε τὴν μητέρα οὔτε τὴν χώραν (Esdras 4, 21)
καὶ ἐντεῦθεν δεῖ ὑμᾶς γνῶναι ὅτι αἱ γυναῖκες κυριεύουσιν ὑμῶν οὐχὶ πονεῖτε καὶ μοχθεῖτε καὶ πάντα ταῖς γυναιξὶν δίδοτε καὶ φέρετε (Esdras 4, 22)
καὶ λαμβάνει ἄνθρωπος τὴν ῥομφαίαν αὐτοῦ καὶ ἐκπορεύεται ἐξοδεύειν καὶ λῃστεύειν καὶ κλέπτειν καὶ εἰς τὴν θάλασσαν πλεῖν καὶ ποταμούς (Esdras 4, 23)
καὶ τὸν λέοντα θεωρεῖ καὶ ἐν σκότει βαδίζει καὶ ὅταν κλέψῃ καὶ ἁρπάσῃ καὶ λωποδυτήσῃ τῇ ἐρωμένῃ ἀποφέρει (Esdras 4, 24)
καὶ πλεῖον ἀγαπᾷ ἄνθρωπος τὴν ἰδίαν γυναῖκα μᾶλλον ἢ τὸν πατέρα καὶ τὴν μητέρα (Esdras 4, 25)
καὶ πολλοὶ ἀπενοήθησαν ταῖς ἰδίαις διανοίαις διὰ τὰς γυναῖκας καὶ δοῦλοι ἐγένοντο δι’ αὐτάς (Esdras 4, 26)