Mosaico decorativo

Encontrados 27855 resultados para: Καὶ

  • καὶ ἔλαβεν Ιωσαβεε θυγάτηρ τοῦ βασιλέως Ιωραμ ἀδελφὴ Οχοζιου τὸν Ιωας υἱὸν ἀδελφοῦ αὐτῆς καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου τῶν υἱῶν τοῦ βασιλέως τῶν θανατουμένων αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ ἐν τῷ ταμιείῳ τῶν κλινῶν καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου Γοθολιας καὶ οὐκ ἐθανατώθη (II Reis 11, 2)

  • καὶ ἦν μετ’ αὐτῆς ἐν οἴκῳ κυρίου κρυβόμενος ἓξ ἔτη καὶ Γοθολια βασιλεύουσα ἐπὶ τῆς γῆς (II Reis 11, 3)

  • καὶ ἐν τῷ ἔτει τῷ ἑβδόμῳ ἀπέστειλεν Ιωδαε ὁ ἱερεὺς καὶ ἔλαβεν τοὺς ἑκατοντάρχους τὸν Χορρι καὶ τὸν Ρασιμ καὶ ἀπήγαγεν αὐτοὺς πρὸς αὐτὸν εἰς οἶκον κυρίου καὶ διέθετο αὐτοῖς διαθήκην κυρίου καὶ ὥρκισεν αὐτοὺς ἐνώπιον κυρίου καὶ ἔδειξεν αὐτοῖς Ιωδαε τὸν υἱὸν τοῦ βασιλέως (II Reis 11, 4)

  • καὶ ἐνετείλατο αὐτοῖς λέγων οὗτος ὁ λόγος ὃν ποιήσετε τὸ τρίτον ἐξ ὑμῶν εἰσελθέτω τὸ σάββατον καὶ φυλάξετε φυλακὴν οἴκου τοῦ βασιλέως ἐν τῷ πυλῶνι (II Reis 11, 5)

  • καὶ τὸ τρίτον ἐν τῇ πύλῃ τῶν ὁδῶν καὶ τὸ τρίτον τῆς πύλης ὀπίσω τῶν παρατρεχόντων καὶ φυλάξετε τὴν φυλακὴν τοῦ οἴκου (II Reis 11, 6)

  • καὶ δύο χεῖρες ἐν ὑμῖν πᾶς ὁ ἐκπορευόμενος τὸ σάββατον καὶ φυλάξουσιν τὴν φυλακὴν οἴκου κυρίου πρὸς τὸν βασιλέα (II Reis 11, 7)

  • καὶ κυκλώσατε ἐπὶ τὸν βασιλέα κύκλῳ ἀνὴρ καὶ τὸ σκεῦος αὐτοῦ ἐν χειρὶ αὐτοῦ καὶ ὁ εἰσπορευόμενος εἰς τὰ σαδηρωθ ἀποθανεῖται καὶ ἐγένετο μετὰ τοῦ βασιλέως ἐν τῷ ἐκπορεύεσθαι αὐτὸν καὶ ἐν τῷ εἰσπορεύεσθαι αὐτόν (II Reis 11, 8)

  • καὶ ἐποίησαν οἱ ἑκατόνταρχοι πάντα ὅσα ἐνετείλατο Ιωδαε ὁ συνετός καὶ ἔλαβεν ἀνὴρ τοὺς ἄνδρας αὐτοῦ τοὺς εἰσπορευομένους τὸ σάββατον μετὰ τῶν ἐκπορευομένων τὸ σάββατον καὶ εἰσῆλθεν πρὸς Ιωδαε τὸν ἱερέα (II Reis 11, 9)

  • καὶ ἔδωκεν ὁ ἱερεὺς τοῖς ἑκατοντάρχαις τοὺς σειρομάστας καὶ τοὺς τρισσοὺς τοῦ βασιλέως Δαυιδ τοὺς ἐν οἴκῳ κυρίου (II Reis 11, 10)

  • καὶ ἔστησαν οἱ παρατρέχοντες ἀνὴρ καὶ τὸ σκεῦος αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ ἀπὸ τῆς ὠμίας τοῦ οἴκου τῆς δεξιᾶς ἕως τῆς ὠμίας τοῦ οἴκου τῆς εὐωνύμου τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου ἐπὶ τὸν βασιλέα κύκλῳ (II Reis 11, 11)

  • καὶ ἐξαπέστειλεν τὸν υἱὸν τοῦ βασιλέως καὶ ἔδωκεν ἐπ’ αὐτὸν τὸ νεζερ καὶ τὸ μαρτύριον καὶ ἐβασίλευσεν αὐτὸν καὶ ἔχρισεν αὐτόν καὶ ἐκρότησαν τῇ χειρὶ καὶ εἶπαν ζήτω ὁ βασιλεύς (II Reis 11, 12)

  • καὶ ἤκουσεν Γοθολια τὴν φωνὴν τῶν τρεχόντων τοῦ λαοῦ καὶ εἰσῆλθεν πρὸς τὸν λαὸν εἰς οἶκον κυρίου (II Reis 11, 13)


"Deus não opera prodígios onde não há fé." São Padre Pio de Pietrelcina