Encontrados 27855 resultados para: Καὶ
καὶ ἐλάλησεν Σαλωμων τρισχιλίας παραβολάς καὶ ἦσαν ᾠδαὶ αὐτοῦ πεντακισχίλιαι (I Reis 5, 12)
καὶ ἐλάλησεν περὶ τῶν ξύλων ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης διὰ τοῦ τοίχου καὶ ἐλάλησεν περὶ τῶν κτηνῶν καὶ περὶ τῶν πετεινῶν καὶ περὶ τῶν ἑρπετῶν καὶ περὶ τῶν ἰχθύων (I Reis 5, 13)
καὶ παρεγίνοντο πάντες οἱ λαοὶ ἀκοῦσαι τῆς σοφίας Σαλωμων καὶ ἐλάμβανεν δῶρα παρὰ πάντων τῶν βασιλέων τῆς γῆς ὅσοι ἤκουον τῆς σοφίας αὐτοῦ (14a) καὶ ἔλαβεν Σαλωμων τὴν θυγατέρα Φαραω ἑαυτῷ εἰς γυναῖκα καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυιδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ καὶ τὸ τεῖχος Ιερουσαλημ (14b) τότε ἀνέβη Φαραω βασιλεὺς Αἰγύπτου καὶ προκατελάβετο τὴν Γαζερ καὶ ἐνεπύρισεν αὐτὴν καὶ τὸν Χανανίτην τὸν κατοικοῦντα ἐν Μεργαβ καὶ ἔδωκεν αὐτὰς Φαραω ἀποστολὰς θυγατρὶ αὐτοῦ γυναικὶ Σαλωμων καὶ Σαλωμων ᾠκοδόμησεν τὴν Γαζερ (I Reis 5, 14)
καὶ ἀπέστειλεν Χιραμ βασιλεὺς Τύρου τοὺς παῖδας αὐτοῦ χρῖσαι τὸν Σαλωμων ἀντὶ Δαυιδ τοῦ πατρὸς αὐτοῦ ὅτι ἀγαπῶν ἦν Χιραμ τὸν Δαυιδ πάσας τὰς ἡμέρας (I Reis 5, 15)
καὶ ἀπέστειλεν Σαλωμων πρὸς Χιραμ λέγων (I Reis 5, 16)
καὶ νῦν ἀνέπαυσε κύριος ὁ θεός μου ἐμοὶ κυκλόθεν οὐκ ἔστιν ἐπίβουλος καὶ οὐκ ἔστιν ἀπάντημα πονηρόν (I Reis 5, 18)
καὶ ἰδοὺ ἐγὼ λέγω οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι κυρίου θεοῦ μου καθὼς ἐλάλησεν κύριος ὁ θεὸς πρὸς Δαυιδ τὸν πατέρα μου λέγων ὁ υἱός σου ὃν δώσω ἀντὶ σοῦ ἐπὶ τὸν θρόνον σου οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου (I Reis 5, 19)
καὶ νῦν ἔντειλαι καὶ κοψάτωσάν μοι ξύλα ἐκ τοῦ Λιβάνου καὶ ἰδοὺ οἱ δοῦλοί μου μετὰ τῶν δούλων σου καὶ τὸν μισθὸν δουλείας σου δώσω σοι κατὰ πάντα ὅσα ἐὰν εἴπῃς ὅτι σὺ οἶδας ὅτι οὐκ ἔστιν ἡμῖν εἰδὼς ξύλα κόπτειν καθὼς οἱ Σιδώνιοι (I Reis 5, 20)
καὶ ἐγενήθη καθὼς ἤκουσεν Χιραμ τῶν λόγων Σαλωμων ἐχάρη σφόδρα καὶ εἶπεν εὐλογητὸς ὁ θεὸς σήμερον ὃς ἔδωκεν τῷ Δαυιδ υἱὸν φρόνιμον ἐπὶ τὸν λαὸν τὸν πολὺν τοῦτον (I Reis 5, 21)
καὶ ἀπέστειλεν πρὸς Σαλωμων λέγων ἀκήκοα περὶ πάντων ὧν ἀπέσταλκας πρός με ἐγὼ ποιήσω πᾶν θέλημά σου ξύλα κέδρινα καὶ πεύκινα (I Reis 5, 22)
οἱ δοῦλοί μου κατάξουσιν αὐτὰ ἐκ τοῦ Λιβάνου εἰς τὴν θάλασσαν ἐγὼ θήσομαι αὐτὰ σχεδίας ἕως τοῦ τόπου οὗ ἐὰν ἀποστείλῃς πρός με καὶ ἐκτινάξω αὐτὰ ἐκεῖ καὶ σὺ ἀρεῖς καὶ ποιήσεις τὸ θέλημά μου τοῦ δοῦναι ἄρτους τῷ οἴκῳ μου (I Reis 5, 23)
καὶ ἦν Χιραμ διδοὺς τῷ Σαλωμων κέδρους καὶ πᾶν θέλημα αὐτοῦ (I Reis 5, 24)