Encontrados 27855 resultados para: Καὶ
καὶ φυλάξῃ τὰ δικαιώματα αὐτοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου μετὰ σέ ὅπως μακροήμεροι γένησθε ἐπὶ τῆς γῆς ἧς κύριος ὁ θεός σου δίδωσίν σοι πάσας τὰς ἡμέρας (Deuteronômio 4, 40)
φυγεῖν ἐκεῖ τὸν φονευτήν ὃς ἂν φονεύσῃ τὸν πλησίον οὐκ εἰδὼς καὶ οὗτος οὐ μισῶν αὐτὸν πρὸ τῆς ἐχθὲς καὶ τρίτης καὶ καταφεύξεται εἰς μίαν τῶν πόλεων τούτων καὶ ζήσεται (Deuteronômio 4, 42)
τὴν Βοσορ ἐν τῇ ἐρήμῳ ἐν τῇ γῇ τῇ πεδινῇ τῷ Ρουβην καὶ τὴν Ραμωθ ἐν Γαλααδ τῷ Γαδδι καὶ τὴν Γαυλων ἐν Βασαν τῷ Μανασση (Deuteronômio 4, 43)
ταῦτα τὰ μαρτύρια καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐλάλησεν Μωυσῆς τοῖς υἱοῖς Ισραηλ ἐν τῇ ἐρήμῳ ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου (Deuteronômio 4, 45)
ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν φάραγγι ἐγγὺς οἴκου Φογωρ ἐν γῇ Σηων βασιλέως τῶν Αμορραίων ὃς κατῴκει ἐν Εσεβων οὓς ἐπάταξεν Μωυσῆς καὶ οἱ υἱοὶ Ισραηλ ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου (Deuteronômio 4, 46)
καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτοῦ καὶ τὴν γῆν Ωγ βασιλέως τῆς Βασαν δύο βασιλέων τῶν Αμορραίων οἳ ἦσαν πέραν τοῦ Ιορδάνου κατ’ ἀνατολὰς ἡλίου (Deuteronômio 4, 47)
ἀπὸ Αροηρ ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Αρνων καὶ ἐπὶ τοῦ ὄρους τοῦ Σηων ὅ ἐστιν Αερμων (Deuteronômio 4, 48)
καὶ ἐκάλεσεν Μωυσῆς πάντα Ισραηλ καὶ εἶπεν πρὸς αὐτούς ἄκουε Ισραηλ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐγὼ λαλῶ ἐν τοῖς ὠσὶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ μαθήσεσθε αὐτὰ καὶ φυλάξεσθε ποιεῖν αὐτά (Deuteronômio 5, 1)
κἀγὼ εἱστήκειν ἀνὰ μέσον κυρίου καὶ ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ ἀναγγεῖλαι ὑμῖν τὰ ῥήματα κυρίου ὅτι ἐφοβήθητε ἀπὸ προσώπου τοῦ πυρὸς καὶ οὐκ ἀνέβητε εἰς τὸ ὄρος λέγων (Deuteronômio 5, 5)
οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς (Deuteronômio 5, 8)
οὐ προσκυνήσεις αὐτοῖς οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς ὅτι ἐγώ εἰμι κύριος ὁ θεός σου θεὸς ζηλωτὴς ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσίν με (Deuteronômio 5, 9)
καὶ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσίν με καὶ τοῖς φυλάσσουσιν τὰ προστάγματά μου (Deuteronômio 5, 10)