Mosaico decorativo

Encontrados 27855 resultados para: Καὶ

  • καὶ ἀπῆραν ἐκ Γαι καὶ παρενέβαλον εἰς Δαιβων Γαδ (Números 33, 45)

  • καὶ ἀπῆραν ἐκ Δαιβων Γαδ καὶ παρενέβαλον ἐν Γελμων Δεβλαθαιμ (Números 33, 46)

  • καὶ ἀπῆραν ἐκ Γελμων Δεβλαθαιμ καὶ παρενέβαλον ἐπὶ τὰ ὄρη τὰ Αβαριμ ἀπέναντι Ναβαυ (Números 33, 47)

  • καὶ ἀπῆραν ἀπὸ ὀρέων Αβαριμ καὶ παρενέβαλον ἐπὶ δυσμῶν Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω (Números 33, 48)

  • καὶ παρενέβαλον παρὰ τὸν Ιορδάνην ἀνὰ μέσον Αισιμωθ ἕως Βελσαττιμ κατὰ δυσμὰς Μωαβ (Números 33, 49)

  • καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐπὶ δυσμῶν Μωαβ παρὰ τὸν Ιορδάνην κατὰ Ιεριχω λέγων (Números 33, 50)

  • λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ὑμεῖς διαβαίνετε τὸν Ιορδάνην εἰς γῆν Χανααν (Números 33, 51)

  • καὶ ἀπολεῖτε πάντας τοὺς κατοικοῦντας ἐν τῇ γῇ πρὸ προσώπου ὑμῶν καὶ ἐξαρεῖτε τὰς σκοπιὰς αὐτῶν καὶ πάντα τὰ εἴδωλα τὰ χωνευτὰ αὐτῶν ἀπολεῖτε αὐτὰ καὶ πάσας τὰς στήλας αὐτῶν ἐξαρεῖτε (Números 33, 52)

  • καὶ ἀπολεῖτε πάντας τοὺς κατοικοῦντας τὴν γῆν καὶ κατοικήσετε ἐν αὐτῇ ὑμῖν γὰρ δέδωκα τὴν γῆν αὐτῶν ἐν κλήρῳ (Números 33, 53)

  • καὶ κατακληρονομήσετε τὴν γῆν αὐτῶν ἐν κλήρῳ κατὰ φυλὰς ὑμῶν τοῖς πλείοσιν πληθυνεῖτε τὴν κατάσχεσιν αὐτῶν καὶ τοῖς ἐλάττοσιν ἐλαττώσετε τὴν κατάσχεσιν αὐτῶν εἰς ὃ ἐὰν ἐξέλθῃ τὸ ὄνομα αὐτοῦ ἐκεῖ αὐτοῦ ἔσται κατὰ φυλὰς πατριῶν ὑμῶν κληρονομήσετε (Números 33, 54)

  • ἐὰν δὲ μὴ ἀπολέσητε τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἀπὸ προσώπου ὑμῶν καὶ ἔσται οὓς ἐὰν καταλίπητε ἐξ αὐτῶν σκόλοπες ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν καὶ βολίδες ἐν ταῖς πλευραῖς ὑμῶν καὶ ἐχθρεύσουσιν ἐπὶ τῆς γῆς ἐφ’ ἣν ὑμεῖς κατοικήσετε (Números 33, 55)

  • καὶ ἔσται καθότι διεγνώκειν ποιῆσαι αὐτούς ποιήσω ὑμῖν (Números 33, 56)


"Jesus vê, conhece e pesa todas as suas ações." São Padre Pio de Pietrelcina