Encontrados 27855 resultados para: Καὶ
παρρησιασάμενοί τε ὁ παῦλος καὶ ὁ βαρναβᾶς εἶπαν, ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ θεοῦ· ἐπειδὴ ἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. (Atos dos Apóstolos 13, 46)
ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρον καὶ ἐδόξαζον τὸν λόγον τοῦ κυρίου, καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον· (Atos dos Apóstolos 13, 48)
οἱ δὲ ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν παῦλον καὶ βαρναβᾶν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν. (Atos dos Apóstolos 13, 50)
οἵ τε μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ πνεύματος ἁγίου. (Atos dos Apóstolos 13, 52)
ἐγένετο δὲ ἐν ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν ἰουδαίων καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι ἰουδαίων τε καὶ ἑλλήνων πολὺ πλῆθος. (Atos dos Apóstolos 14, 1)
οἱ δὲ ἀπειθήσαντες ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν. (Atos dos Apóstolos 14, 2)
ἱκανὸν μὲν οὗν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῶ κυρίῳ τῶ μαρτυροῦντι [ἐπὶ] τῶ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν. (Atos dos Apóstolos 14, 3)
ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως, καὶ οἱ μὲν ἦσαν σὺν τοῖς ἰουδαίοις οἱ δὲ σὺν τοῖς ἀποστόλοις. (Atos dos Apóstolos 14, 4)
ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς, (Atos dos Apóstolos 14, 5)
συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς λυκαονίας λύστραν καὶ δέρβην καὶ τὴν περίχωρον, (Atos dos Apóstolos 14, 6)
καί τις ἀνὴρ ἀδύνατος ἐν λύστροις τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ, ὃς οὐδέποτε περιεπάτησεν. (Atos dos Apóstolos 14, 8)
οὖτος ἤκουσεν τοῦ παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῶ καὶ ἰδὼν ὅτι ἔχει πίστιν τοῦ σωθῆναι (Atos dos Apóstolos 14, 9)