Encontrados 27855 resultados para: Καὶ
καὶ ἀποκριθεὶς αὐτῶ ὁ ἰησοῦς εἶπεν, τί σοι θέλεις ποιήσω; ὁ δὲ τυφλὸς εἶπεν αὐτῶ, ραββουνι, ἵνα ἀναβλέψω. (São Marcos 10, 51)
καὶ ὁ ἰησοῦς εἶπεν αὐτῶ, ὕπαγε, ἡ πίστις σου σέσωκέν σε. καὶ εὐθὺς ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῶ ἐν τῇ ὁδῶ. (São Marcos 10, 52)
καὶ ὅτε ἐγγίζουσιν εἰς ἱεροσόλυμα εἰς βηθφαγὴ καὶ βηθανίαν πρὸς τὸ ὄρος τῶν ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ (São Marcos 11, 1)
καὶ λέγει αὐτοῖς, ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον ἐφ᾽ ὃν οὐδεὶς οὔπω ἀνθρώπων ἐκάθισεν· λύσατε αὐτὸν καὶ φέρετε. (São Marcos 11, 2)
καὶ ἐάν τις ὑμῖν εἴπῃ, τί ποιεῖτε τοῦτο; εἴπατε, ὁ κύριος αὐτοῦ χρείαν ἔχει, καὶ εὐθὺς αὐτὸν ἀποστέλλει πάλιν ὧδε. (São Marcos 11, 3)
καὶ ἀπῆλθον καὶ εὖρον πῶλον δεδεμένον πρὸς θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν. (São Marcos 11, 4)
καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς, τί ποιεῖτε λύοντες τὸν πῶλον; (São Marcos 11, 5)
οἱ δὲ εἶπαν αὐτοῖς καθὼς εἶπεν ὁ ἰησοῦς· καὶ ἀφῆκαν αὐτούς. (São Marcos 11, 6)
καὶ φέρουσιν τὸν πῶλον πρὸς τὸν ἰησοῦν, καὶ ἐπιβάλλουσιν αὐτῶ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ᾽ αὐτόν. (São Marcos 11, 7)
καὶ πολλοὶ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν, ἄλλοι δὲ στιβάδας κόψαντες ἐκ τῶν ἀγρῶν. (São Marcos 11, 8)
καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον, ὡσαννά· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· (São Marcos 11, 9)
καὶ εἰσῆλθεν εἰς ἱεροσόλυμα εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα, ὀψίας ἤδη οὔσης τῆς ὥρας, ἐξῆλθεν εἰς βηθανίαν μετὰ τῶν δώδεκα. (São Marcos 11, 11)