Encontrados 27855 resultados para: Καὶ
καὶ σώσει κύριος τὰ σκηνώματα Ιουδα καθὼς ἀπ’ ἀρχῆς ὅπως μὴ μεγαλύνηται καύχημα οἴκου Δαυιδ καὶ ἔπαρσις τῶν κατοικούντων Ιερουσαλημ ἐπὶ τὸν Ιουδαν (Zacarias 12, 7)
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπερασπιεῖ κύριος ὑπὲρ τῶν κατοικούντων Ιερουσαλημ καὶ ἔσται ὁ ἀσθενῶν ἐν αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὡς οἶκος Δαυιδ ὁ δὲ οἶκος Δαυιδ ὡς οἶκος θεοῦ ὡς ἄγγελος κυρίου ἐνώπιον αὐτῶν (Zacarias 12, 8)
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ζητήσω τοῦ ἐξᾶραι πάντα τὰ ἔθνη τὰ ἐπερχόμενα ἐπὶ Ιερουσαλημ (Zacarias 12, 9)
καὶ ἐκχεῶ ἐπὶ τὸν οἶκον Δαυιδ καὶ ἐπὶ τοὺς κατοικοῦντας Ιερουσαλημ πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ καὶ ἐπιβλέψονται πρός με ἀνθ’ ὧν κατωρχήσαντο καὶ κόψονται ἐπ’ αὐτὸν κοπετὸν ὡς ἐπ’ ἀγαπητὸν καὶ ὀδυνηθήσονται ὀδύνην ὡς ἐπὶ πρωτοτόκῳ (Zacarias 12, 10)
καὶ κόψεται ἡ γῆ κατὰ φυλὰς φυλάς φυλὴ καθ’ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς φυλὴ οἶκου Δαυιδ καθ’ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς φυλὴ οἴκου Ναθαν καθ’ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς (Zacarias 12, 12)
φυλὴ οἴκου Λευι καθ’ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς φυλὴ τοῦ Συμεων καθ’ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς (Zacarias 12, 13)
πᾶσαι αἱ φυλαὶ αἱ ὑπολελειμμέναι φυλὴ καθ’ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς (Zacarias 12, 14)
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγει κύριος ἐξολεθρεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς καὶ οὐκέτι ἔσται αὐτῶν μνεία καὶ τοὺς ψευδοπροφήτας καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐξαρῶ ἀπὸ τῆς γῆς (Zacarias 13, 2)
καὶ ἔσται ἐὰν προφητεύσῃ ἄνθρωπος ἔτι καὶ ἐρεῖ πρὸς αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οἱ γεννήσαντες αὐτόν οὐ ζήσῃ ὅτι ψευδῆ ἐλάλησας ἐπ’ ὀνόματι κυρίου καὶ συμποδιοῦσιν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οἱ γεννήσαντες αὐτὸν ἐν τῷ προφητεύειν αὐτόν (Zacarias 13, 3)
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταισχυνθήσονται οἱ προφῆται ἕκαστος ἐκ τῆς ὁράσεως αὐτοῦ ἐν τῷ προφητεύειν αὐτόν καὶ ἐνδύσονται δέρριν τριχίνην ἀνθ’ ὧν ἐψεύσαντο (Zacarias 13, 4)
καὶ ἐρεῖ οὔκ εἰμι προφήτης ἐγώ διότι ἄνθρωπος ἐργαζόμενος τὴν γῆν ἐγώ εἰμι ὅτι ἄνθρωπος ἐγέννησέν με ἐκ νεότητός μου (Zacarias 13, 5)
καὶ ἐρῶ πρὸς αὐτόν τί αἱ πληγαὶ αὗται ἀνὰ μέσον τῶν χειρῶν σου καὶ ἐρεῖ ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου (Zacarias 13, 6)