Encontrados 27855 resultados para: Καὶ
καὶ τοῦτον μεταστήσας εἶπε προσαγαγεῖν αὐτῷ τὸν ἕτερον καὶ τούτῳ δὲ εἶπεν διὰ τί διεστραμμένον τὸ σπέρμα σου ὡς Σιδῶνος καὶ οὐχ ὡς Ιουδα τὸ κάλλος σε ἠπάτησεν ἡ μιαρὰ ἐπιθυμία (Daniel 13, 56)
καὶ οὕτως ἐποιεῖτε θυγατράσιν Ισραηλ καὶ ἐκεῖναι φοβούμεναι ὡμιλοῦσαν ὑμῖν ἀλλ’ οὐ θυγάτηρ Ιουδα ὑπέμεινε τὴν νόσον ὑμῶν ἐν ἀνομίᾳ ὑπενεγκεῖν (Daniel 13, 57)
νῦν οὖν λέγε μοι ὑπὸ τί δένδρον καὶ ἐν ποίῳ τοῦ κήπου τόπῳ κατέλαβες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις ὁ δὲ εἶπεν ὑπὸ πρῖνον (Daniel 13, 58)
καὶ εἶπεν Δανιηλ ἁμαρτωλέ νῦν ὁ ἄγγελος κυρίου τὴν ῥομφαίαν ἕστηκεν ἔχων ἕως ὁ λαὸς ἐξολεθρεύσει ὑμᾶς ἵνα καταπρίσῃ σε (Daniel 13, 59)
καὶ πᾶσα ἡ συναγωγὴ ἀνεβόησεν ἐπὶ τῷ νεωτέρῳ ὡς ἐκ τοῦ ἰδίου στόματος ὁμολόγους αὐτοὺς κατέστησεν ἀμφοτέρους ψευδομάρτυρας καὶ ὡς ὁ νόμος διαγορεύει ἐποίησαν αὐτοῖς καθὼς ἐπονηρεύσαντο κατὰ τῆς ἀδελφῆς καὶ ἐφίμωσαν αὐτοὺς καὶ ἐξαγαγόντες ἔρριψαν εἰς φάραγγα τότε ὁ ἄγγελος κυρίου ἔρριψε πῦρ διὰ μέσου αὐτῶν καὶ ἐσώθη αἷμα ἀναίτιον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ (Daniel 13, 62)
διὰ τοῦτο οἱ νεώτεροι ἀγαπητοὶ Ιακωβ ἐν τῇ ἁπλότητι αὐτῶν καὶ ἡμεῖς φυλασσώμεθα εἰς υἱοὺς δυνατοὺς νεωτέρους εὐσεβήσουσι γὰρ νεώτεροι καὶ ἔσται ἐν αὐτοῖς πνεῦμα ἐπιστήμης καὶ συνέσεως εἰς αἰῶνα αἰῶνος (Daniel 13, 63)
καὶ ἦν εἴδωλον Βηλ ὃ ἐσέβοντο οἱ Βαβυλώνιοι ἀνηλίσκετο δὲ αὐτῷ καθ’ ἑκάστην ἡμέραν σεμιδάλεως ἀρτάβαι δέκα δύο καὶ πρόβατα τέσσαρα καὶ ἐλαίου μετρηταὶ ἕξ (Daniel 14, 3)
καὶ ὁ βασιλεὺς ἐσέβετο αὐτόν καὶ ἐπορεύετο ὁ βασιλεὺς καθ’ ἑκάστην ἡμέραν καὶ προσεκύνει αὐτῷ Δανιηλ δὲ προσηύχετο πρὸς κύριον (Daniel 14, 4)
καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιηλ διὰ τί οὐ προσκυνεῖς τῷ Βηλ καὶ εἶπε Δανιηλ πρὸς τὸν βασιλέα οὐδένα σέβομαι ἐγὼ εἰ μὴ κύριον τὸν θεὸν τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ ἔχοντα πάσης σαρκὸς κυριείαν (Daniel 14, 5)
καὶ εἶπεν αὐτῷ Δανιηλ μηδαμῶς μηδείς σε παραλογιζέσθω οὗτος γὰρ ἔσωθεν μὲν πήλινός ἐστιν ἔξωθεν δὲ χαλκοῦς ὀμνύω δέ σοι κύριον τὸν θεὸν τῶν θεῶν ὅτι οὐθὲν βέβρωκε πώποτε οὗτος (Daniel 14, 7)
καὶ θυμωθεὶς ὁ βασιλεὺς ἐκάλεσε τοὺς προεστηκότας τοῦ ἱεροῦ καὶ εἶπεν αὐτοῖς παραδείξατε τὸν ἐσθίοντα τὰ παρασκευαζόμενα τῷ Βηλ εἰ δὲ μή γε ἀποθανεῖσθε ἢ Δανιηλ ὁ φάσκων μὴ ἐσθίεσθαι αὐτὰ ὑπ’ αὐτοῦ οἱ δὲ εἶπαν αὐτὸς ὁ Βηλ ἐστὶν ὁ κατεσθίων αὐτά (Daniel 14, 8)
εἶπε δὲ Δανιηλ πρὸς τὸν βασιλέα γινέσθω οὕτως ἐὰν μὴ παραδείξω ὅτι οὐκ ἔστιν ὁ Βηλ ὁ κατεσθίων ταῦτα ἀποθανοῦμαι καὶ πάντες οἱ παρ’ ἐμοῦ ἦσαν δὲ τῷ Βηλ ἱερεῖς ἑβδομήκοντα χωρὶς γυναικῶν καὶ τέκνων (Daniel 14, 9)