Encontrados 27855 resultados para: Καὶ
καὶ ἐγρηγόρησεν κύριος ἐπὶ τοῖς κακοῖς καὶ ἐπήγαγε κύριος ἐφ’ ἡμᾶς ὅτι δίκαιος ὁ κύριος ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ ἃ ἐνετείλατο ἡμῖν (Baruc 2, 9)
καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς αὐτοῦ πορεύεσθαι τοῖς προστάγμασιν κυρίου οἷς ἔδωκεν κατὰ πρόσωπον ἡμῶν (Baruc 2, 10)
καὶ νῦν κύριε ὁ θεὸς Ισραηλ ὃς ἐξήγαγες τὸν λαόν σου ἐκ γῆς Αἰγύπτου ἐν χειρὶ κραταιᾷ καὶ ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν δυνάμει μεγάλῃ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη (Baruc 2, 11)
ἡμάρτομεν ἠσεβήσαμεν ἠδικήσαμεν κύριε ὁ θεὸς ἡμῶν ἐπὶ πᾶσιν τοῖς δικαιώμασίν σου (Baruc 2, 12)
εἰσάκουσον κύριε τῆς προσευχῆς ἡμῶν καὶ τῆς δεήσεως ἡμῶν καὶ ἐξελοῦ ἡμᾶς ἕνεκεν σοῦ καὶ δὸς ἡμῖν χάριν κατὰ πρόσωπον τῶν ἀποικισάντων ἡμᾶς (Baruc 2, 14)
ἵνα γνῷ πᾶσα ἡ γῆ ὅτι σὺ κύριος ὁ θεὸς ἡμῶν ὅτι τὸ ὄνομά σου ἐπεκλήθη ἐπὶ Ισραηλ καὶ ἐπὶ τὸ γένος αὐτοῦ (Baruc 2, 15)
κύριε κάτιδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ ἐννόησον εἰς ἡμᾶς κλῖνον κύριε τὸ οὖς σου καὶ ἄκουσον (Baruc 2, 16)
ἄνοιξον κύριε τοὺς ὀφθαλμούς σου καὶ ἰδέ ὅτι οὐχ οἱ τεθνηκότες ἐν τῷ ᾅδῃ ὧν ἐλήμφθη τὸ πνεῦμα αὐτῶν ἀπὸ τῶν σπλάγχνων αὐτῶν δώσουσιν δόξαν καὶ δικαίωμα τῷ κυρίῳ (Baruc 2, 17)
ἀλλὰ ἡ ψυχὴ ἡ λυπουμένη ἐπὶ τὸ μέγεθος ὃ βαδίζει κύπτον καὶ ἀσθενοῦν καὶ οἱ ὀφθαλμοὶ οἱ ἐκλείποντες καὶ ἡ ψυχὴ ἡ πεινῶσα δώσουσίν σοι δόξαν καὶ δικαιοσύνην κύριε (Baruc 2, 18)
ὅτι οὐκ ἐπὶ τὰ δικαιώματα τῶν πατέρων ἡμῶν καὶ τῶν βασιλέων ἡμῶν ἡμεῖς καταβάλλομεν τὸν ἔλεον ἡμῶν κατὰ πρόσωπόν σου κύριε ὁ θεὸς ἡμῶν (Baruc 2, 19)
ὅτι ἐνῆκας τὸν θυμόν σου καὶ τὴν ὀργήν σου εἰς ἡμᾶς καθάπερ ἐλάλησας ἐν χειρὶ τῶν παίδων σου τῶν προφητῶν λέγων (Baruc 2, 20)
οὕτως εἶπεν κύριος κλίνατε τὸν ὦμον ὑμῶν καὶ ἐργάσασθε τῷ βασιλεῖ Βαβυλῶνος καὶ καθίσατε ἐπὶ τὴν γῆν ἣν ἔδωκα τοῖς πατράσιν ὑμῶν (Baruc 2, 21)