Encontrados 27855 resultados para: Καὶ
οὕτως εἶπεν κύριος εὗρον θερμὸν ἐν ἐρήμῳ μετὰ ὀλωλότων ἐν μαχαίρᾳ βαδίσατε καὶ μὴ ὀλέσητε τὸν Ισραηλ (Jeremias 38, 2)
ἔτι οἰκοδομήσω σε καὶ οἰκοδομηθήσῃ παρθένος Ισραηλ ἔτι λήμψῃ τύμπανόν σου καὶ ἐξελεύσῃ μετὰ συναγωγῆς παιζόντων (Jeremias 38, 4)
ἔτι φυτεύσατε ἀμπελῶνας ἐν ὄρεσιν Σαμαρείας φυτεύσατε καὶ αἰνέσατε (Jeremias 38, 5)
ὅτι ἔστιν ἡμέρα κλήσεως ἀπολογουμένων ἐν ὄρεσιν Εφραιμ ἀνάστητε καὶ ἀνάβητε εἰς Σιων πρὸς κύριον τὸν θεὸν ἡμῶν (Jeremias 38, 6)
ὅτι οὕτως εἶπεν κύριος τῷ Ιακωβ εὐφράνθητε καὶ χρεμετίσατε ἐπὶ κεφαλὴν ἐθνῶν ἀκουστὰ ποιήσατε καὶ αἰνέσατε εἴπατε ἔσωσεν κύριος τὸν λαὸν αὐτοῦ τὸ κατάλοιπον τοῦ Ισραηλ (Jeremias 38, 7)
ἰδοὺ ἐγὼ ἄγω αὐτοὺς ἀπὸ βορρᾶ καὶ συνάξω αὐτοὺς ἀπ’ ἐσχάτου τῆς γῆς ἐν ἑορτῇ φασεκ καὶ τεκνοποιήσῃ ὄχλον πολύν καὶ ἀποστρέψουσιν ὧδε (Jeremias 38, 8)
ἐν κλαυθμῷ ἐξῆλθον καὶ ἐν παρακλήσει ἀνάξω αὐτοὺς αὐλίζων ἐπὶ διώρυγας ὑδάτων ἐν ὁδῷ ὀρθῇ καὶ οὐ μὴ πλανηθῶσιν ἐν αὐτῇ ὅτι ἐγενόμην τῷ Ισραηλ εἰς πατέρα καὶ Εφραιμ πρωτότοκός μού ἐστιν (Jeremias 38, 9)
ἀκούσατε λόγον κυρίου ἔθνη καὶ ἀναγγείλατε εἰς νήσους τὰς μακρότερον εἴπατε ὁ λικμήσας τὸν Ισραηλ συνάξει αὐτὸν καὶ φυλάξει αὐτὸν ὡς ὁ βόσκων τὸ ποίμνιον αὐτοῦ (Jeremias 38, 10)
καὶ ἥξουσιν καὶ εὐφρανθήσονται ἐν τῷ ὄρει Σιων καὶ ἥξουσιν ἐπ’ ἀγαθὰ κυρίου ἐπὶ γῆν σίτου καὶ οἴνου καὶ καρπῶν καὶ κτηνῶν καὶ προβάτων καὶ ἔσται ἡ ψυχὴ αὐτῶν ὥσπερ ξύλον ἔγκαρπον καὶ οὐ πεινάσουσιν ἔτι (Jeremias 38, 12)
τότε χαρήσονται παρθένοι ἐν συναγωγῇ νεανίσκων καὶ πρεσβῦται χαρήσονται καὶ στρέψω τὸ πένθος αὐτῶν εἰς χαρμονὴν καὶ ποιήσω αὐτοὺς εὐφραινομένους (Jeremias 38, 13)
μεγαλυνῶ καὶ μεθύσω τὴν ψυχὴν τῶν ἱερέων υἱῶν Λευι καὶ ὁ λαός μου τῶν ἀγαθῶν μου ἐμπλησθήσεται (Jeremias 38, 14)
οὕτως εἶπεν κύριος φωνὴ ἐν Ραμα ἠκούσθη θρήνου καὶ κλαυθμοῦ καὶ ὀδυρμοῦ Ραχηλ ἀποκλαιομένη οὐκ ἤθελεν παύσασθαι ἐπὶ τοῖς υἱοῖς αὐτῆς ὅτι οὐκ εἰσίν (Jeremias 38, 15)